Ancient Greek
P.Tebt. 2 556 descr.
Documentary Papyri, P.Tebt. 9
Not analysed yet
…ἐκδόσιμον ιθ ἔτους Μεσωρὴ ἐπαγομένων ε. ἔτους ἐννεακαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβαιρεταίου ε Μεσωρὴ ἐπαγομένων πέμπτῃ ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Εἰρηναῖος Ἱππάλου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν …μετώπωι ἐκ δεξιῶν τῶι ἑαυτοῦ ὁμοπατρίῳ καὶ ὁμομητρίωι ἀδελφῷ Χράτηι ὡς ἐτῶν …πήχει δεξιῷ ἔχειν παρʼ αὐτοῦ Χράτου …ἀργυρίου ἐπισήμου νομίσματος …δραχμὰς διακοσίας ὀγδοήκοντα τέσσαρας παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἃς καὶ ἀποδώσει ὁ Εἰρηναῖος ὁπηνίκα ἐὰν αἱρῆται ὁ Χράτης ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας· ἐὰν δὲ μὴ ἀποδῷ ἐκτίσει τῷ Χράτῃ κατὰ τὴν τῶν παραθηκῶν ……οὔσης τῆς πράξεως ……ἔκ τε τοῦ ὑποχρέου καὶ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης …Εἰρηναίου ἐλαττουμένου …ὁμολογίας παραχρήματος ……αι αὐτοῦ Χράτου ἐλαττουμένου ……αι ὁ Εἰρηναιος σὺν ἑαυτοῖς ἐδάνεισε ……α…αθπ…ρ… ὑπογραφεὺς ……Ἡρώδου ὡς ἐτῶν εἴκοσι …Εἰρηναῖος Ἱππάλου Πέρσης τῆς ἐπιγονῆς …τῷ Χράτῃ ἔχω παρʼ αὐτοῦ Χράτου ἀργυρίου …δραχμὰς διακοσίας ὀγδοήκοντα τέσσαρας παραθήκην ἀκίνδυνον παντὸς κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου ἃς καὶ ἀποδώσω ὁπηνίκα ἐὰν αἱρῆται ὁ Χράτης ἄνευ… …ελα…τ… …επικων ν… …ἐλαττουμένου ……δραχμῶν τεσσάρων …