Ancient Greek
P.Theon. 20
Documentary Papyri, P.Theon. 20
Not analysed yet
Παποντῶς ὁ καὶ Πατᾶς προστάτης κάτω οὐσίας Ματρέᾳ τῷ τιμιωτάτῳ χαίρειν. ἐάν σοι δόξῃ, κύριε, ἐπίστειλον μοι εἰς τὰς παρʼ ἐμοὶ δαπάνας, ὧν λόγον δώσω, δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ, διὰ Ψενανοῦβεως. ἐρρῶσθαί σε εὔχομαι. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ κβ. δὸς τὰς δραχμὰς μ.