Ancient Greek
P.Theon. 23
Documentary Papyri, P.Theon. 23
Not analysed yet
Παποντῶς ὁ καὶ Πατᾶς προστάτης κάτω οὐσίας Ματρέᾳ τῷ τιμιωτάτῳ χαίρειν. ἐάν σοι δόξῃ, κύριε, ἐπίστειλόν μοι εἰς μισθοὺς ἀναβολῆς ναυβίων, ὧν λόγον δώσω, δραχμὰς τεσσαράκοντα, γίνονται δραχμαὶ μ, διὰ Θωνᾶτος. ἐρρῶσθαί σε εὔχομαι. ἔτους κγ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ι. δὸς τὰς δραχμὰς μ.