Ancient Greek
P.Theon. 8
Documentary Papyri, P.Theon. 8
Not analysed yet
Ἁρπαῆσις προστάτης Ἀδαίου ἐποικίου Ματρέᾳ τῷ τιμιωτάτῳ χαίρειν. ἐάν σοι δόξῃ ἐπίστειλόν μοι ἐκ λόγου Ἰουλίων Θεώνων εἰς μισθοὺς ἀνοικοδομῆς …ου ἐκ καινῆς κατασκευαζομένου δραχμὰς ἑκατὸν εἴκοσι καὶ εἰς μισθοὺς κοπῆς χλωρῶν …χοι δραχμὰς τεσσαράκοντα ,ὧν λόγον δώσω, γίνονται δραχμαὶ ρξ. ἔρρωσθε τιμιώτατε. ἔτους κ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παχὼν α. δὸς τὰς δραχμὰς ρξ.