Ancient Greek
1.102.10 to 1.104.8
Documentary Papyri, P.Thmouis 1 1.102.10-1.104.8
Not analysed yet
ἄλλων χωρὶς γραφῆς κατὰ συνήθειαν διδομένων ἀνθʼ ὧν ὑποκειμένου τοπογραμματέως Πετετεὶ ἐφοδίου διαλογισμοῦ δραχμαὶ ρ, ἐλαιοπώλῃ ἐλαίου χοὸς α δραχμαὶ η, Ψενβιήνχεως ἐφοδίου διαλογισμοῦ δραχμαὶ ιβ, γίνονται δραχμαὶ ρκ, αἳ καθαραὶ δραχμαὶ ριβ ὀβολοὶ ε 𐅵χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ ζ χαλκοῖ γ, γίνονται αἱ αὐταί, καὶ ἀπὸ λόγου ἐπιστατείας φυλακιτῶν συνήθως ἀναλαμβάνονται Πετετεὶ καὶ Ψενβιήγχεως δραχμαὶ τλϛ, προσδιαγραφομένων δραχμαὶ κα, γίνονται δραχμαὶ τνζ, Ψεναρποκράτεως δραχμαὶ ξδ, προσδιαγραφομένων δραχμαὶ δ, γίνονται δραχμαὶ ξη γίνονται διοικήσεως δραχμαὶ ψιγ ὀβολὸς χαλκοῖ β, ἱερατικῶν δραχμαὶ β διώβολον, εἰδῶν τοκαδείας δραχμαὶ ψη πεντώβολον, οὐσιακῶν δραχμαὶ υνθ ἡμιωβέλιον χαλκοῖ γ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ Αωπγ τριώβολον χαλκοῦς α, ἐξ ὧν εἰς ὁμόλογον ἀποκατεστάθησαν ὑπὸ τοῦ τοῦ νομοῦ ἐκλογιστοῦ ὡς κριθεῖσαι ὑπὸ Στατιανοῦ ἐν ᾧ ἐποιήσατο τοῦ νομοῦ διαλογισμῷ τῷ ιγ ἔτει ἐν πραξίμοις λογισθῆναι ἀπὸ μὲν τῶν ἐπὶ τῆς Πετετεὶ τοῦ Ψανείτου διασταλέντων δραχμαὶ λβ ὀβολὸς α 𐅵,ἀπὸ δὲ τῶν ἐπὶ τῆς Ψεναρποκράτεως διασταλέντων δραχμαὶ ϛ διώβολον καὶ ἀπὸ τῶν ἐπὶ Ψενβιήγχεως δραχμαὶ ρλθ ὀβολὸς χαλκοῖ β, γίνονται τούτων δραχμαὶ ροζ ὀβολοὶ δ 𐅵χαλκοῖ β, ὧν διοικήσεως δραχμαὶ π ὀβολοὶ δ 𐅵χαλκοῖ β, ἱερατικῶν δραχμαὶ β διώβολον, εἰδῶν τοκαδείας δραχμαὶ ϙ τετρώβολον χαλκοῖ β, γίνονται αἱ προκείμεναι, καὶ ὁμοίως τὰς ἐπὶ τῆς Νεφιὴ ἐπάνω δηλουμένας ὁ αὐτὸς …εἰς τὸ κουφισθῆναι ἀποτ… καὶ τῶν ἐνθάδε κ… ἔπεμψεν κατα… κριθ δραχμαὶ χγ, ὧν διοικήσεως δραχμαὶ ιη, εἰδῶν τοκαδείας δραχμαὶ φπε, γίνονται αἱ προκείμεναι, γίνονται ἐπὶ τὸ αὐτὸ διοικήσεως δραχμαὶ ϙη ὀβολοὶ δ 𐅵χαλκοῖ β, ἱερατικῶν δραχμαὶ β διώβολον, εἰδῶν τοκαδείας δραχμαὶ χοθ τετρώβολον, γίνονται ἀργυρίου δραχμαὶ ψπ ὀβολοὶ δ 𐅵χαλκοῖ β, λοιπαὶ διοικήσεως δραχμαὶ χιδ ὀβολοὶ β 𐅵,εἰδῶν τοκαδείας δραχμαὶ κθ ὀβολὸς, οὐσιακῶν δραχμαὶ υνθ ἡμιωβέλιον χαλκοῖ γ, γίνονται δραχμαὶ Αρβ τετρώβολον χαλκοῖ γ.