Ancient Greek
1.108.6 to 1.110ctr.11
Documentary Papyri, P.Thmouis 1 1.108.6-1.110ctr.11
Not analysed yet
Ἑρμοπολείτου Ῥαο ἐωνημένης ἄρουραι ε, Πε. ερκεα α 𐅵χερσαμπέλου ἄρουραι δ δ ρκη, γίνονται τόπου ἄρουραι θ δ η ρκη, ναυβίου δραχμαὶ δ τετρώβολον χαλκοῖ β, χωματικοῦ χαλκοῖ ιη 𐅸ξδ οἳ χαλκοῖ γ, γίνονται δραχμαὶ δ ὀβολοὶ δ 𐅵χαλκοῦς α, ἀλλαγῆς τριώβολον χαλκοῦς α, γίνονται δραχμαὶ ε ὀβολὸς α 𐅵χαλκοῖ β, προσδιαγραφομένων διώβολον, γίνονται δραχμαὶ ε ὀβολοὶ γ 𐅵χαλκοῖ β, θησαυρικοῦ 𐅵χαλκοῦς α, ἱερατικῶν εἰκοστῆς δραχμαὶ θ διώβολον χαλκοῖ γ προσδιαγραφομένων ὀβολοὶ γ 𐅵,γίνονται δραχμαὶ θ ὀβολοὶ ε 𐅵χαλκοῖ γ, μὴ συνοψιζομένου παραναύλου ἀρτάβαι ιγ 𐅵γ μη ἀργυρίου δραχμαὶ ε τριώβολον χαλκοῖ β, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ κα ὀβολὸς α 𐅵. ἀμπέλου χρεώστου τοῦ φίσκου τὰ τελέσματα τῷ α ἔτει Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Οὐήρου ἐπεσχέθη ἐπὶ τῷ κεχερσῶσθαι. ἔνθεν μετεδόθη ὑπὸ τοῦ τοῦ νομοῦ ἐκλογιστοῦ, ἵνʼ ἐξετασθῇ εἰ παρʼ αἰτίαν τινὸς ἐχερσώθη, καὶ ἐπὶ τῆς γενομένης τῷ β ἔτει ἐπισκέψεως πρὸς τὰ ὑπʼ αὐτοῦ ἐπιζητηθέντα παρετέθη τὸν κωμογραμματέα προσπεφωνηκέναι πρώτως τῷ κγ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου τὴν ἄμπελον διὰ παλαίωσιν κεχερσῶσθαι καὶ τοὺς ἐπισκεψαμένους τὰ αὐτενιαυτὰ εἴδη γεγραφέναι ἐν χέρσῳ διὰ παλαίωσιν εἶναι. ἔκτοτε μὲν οὖν ἐδηλώθη τὰ τελέσματα ἐπεσχῆσθαι, ἄχρις ἂν ἀπὸ τιμῆς αὐτῶν ἢ ἑτέρων ὑπαρχόντων τοῦ χρεώστου πραθέντων ἀναπληρωθῇ, τῷ δὲ ζ ἔτει τὰ τελέσματα ἐπὶ τῷ καὶ τῷ ϛ ἔτει πάντα ἐν χέρσῳ ἐπεσκέφθαι ἠλασσώθη, ἅπερ τῷ θ ἔτει σὺν τοῖς ὑπὲρ τοῦ η ἔτους καὶ θ ἔτους ὀφειλομένοις ἀνελήμφθη καὶ ἐπεσχέθη …ψεις τοῦ ὁρισμοῦ τῶν ἐπισκεψαμένων γραψάντων τὴν ἄμπελον πεφηνέναι αὐτοῖς εἶναι ἐν χέρσῳ διὰ παλαίωσιν …η ἔτ κατὰ τὸν αὐτὸν τρόπον ἀνελήμφθη καὶ ἐπεσχέθη …τουτο… …αι ὅτι τυγχάνει ἡ ἄμπελος ἔτι ἀπὸ τοῦ κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατὰ τὰ ὑπὸ τοῦ κωμογραμματέως προσφωνηθέντα εἶναι ἐν χέρσῳ διὰ παλαίωσιν, οἷς, φησίν, καὶ τοὺς ἐπισκεψαμένους τῷ β ἔτει συντεθεῖσθαι, ὡς προδεδήλωται, αὐτὸ τοῦτο κατὰ προσφώνησιν εἰς τὸ μὴ λαθεῖν ὑπεδείχθη. τὰ οὖν καὶ ὑπὲρ τοῦ ια ἔτους ἀργυρικὰ τελέσματα εἰς τὸ ἐπισχεθῆναι μεταδίδοται.