Ancient Greek
1.123.11 to 1.125.14
Documentary Papyri, P.Thmouis 1 1.123.11-1.125.14
Not analysed yet
μετὰ τὰς εἰς ὁμόλογον ἀποκατασταθείσας ὡς πρόκειται δραχμαὶ ριδ, ὧν διοικήσεως δραχμαὶ κ, ἱερατικῶν δραχμαὶ μ διώβολον χαλκοῖ β, εἰδῶν δραχμαὶ νγ ὀβολοὶ γ 𐅵χαλκοῖ β, γίνονται αἱ προκείμεναι, γίνονται τούτων διοικήσεως ὑποκειμένων κωμογραμματέως καὶ τοπογραμματέως δραχμαὶ ρμγ, αἳ καθαραὶ δραχμαὶ ρλδ ὀβολοὶ γ 𐅵,προσδιαγραφομένων δραχμαὶ η διώβολον ἡμιωβέλιον, γίνονται αἱ αὐταί, ὑποκειμένου καὶ κηρυκικοῦ τοκαδείας δραχμαὶ ϛ ὀβολοὶ γ 𐅵,προσδιαγραφομένων ὀβολοὶ β 𐅵,γίνονται δραχμαὶ ζ, ἐπιστατείας φυλακιτῶν π δραχμαὶ ροϛ, προσδιαγραφομένων δραχμαὶ ια, γίνονται δραχμαὶ ρπζ, τελέσματος συναλλαγματογραφ δραχμαὶ κδ, προσδιαγραφομένων δραχμὴ α τριώβολον, γίνονται δραχμαὶ κε τριώβολον, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ϡξβ ἡμιωβέλιον χαλκοῖ β, προσδιαγραφομένων δραχμαὶ ξ ἡμιωβέλιον χαλκοῖ γ, γίνονται δραχμαὶ Ακβ ὀβολὸς α 𐅵χαλκοῦς α. μετὰ τὰς εἰς ὁμόλογον ἀποκατασταθείσας ὑπὸ τοῦ τοῦ νομοῦ ἐκλογιστοῦ, καθὼς ἐπάνω ἐπὶ τῶν ἄλλων εἰδῶν δεδήλωται, δραχμαὶ ρμ τετρώβολον, ὧν διοικήσεως δραχμαὶ μ ὀβολοὶ 4, ἱερατικῶν δραχμαὶ μ ὀβολοὶ 2 χαλκοῖ β, εἰδῶν δραχμαὶ νθ ὀβολοὶ γ 𐅵χαλκοῖ β, γίνονται αἱ προκείμεναι, λοιπαὶ διοικήσεως δραχμαὶ τκα ὀβολοὶ 5, εἰδῶν δραχμαὶ φνθ ὀβολοὶ δ 𐅵χαλκοῦς α, γίνονται δραχμαὶ ωπα ὀβολοὶ γ 𐅵χαλκοῦς α. ὁ τῆς Θελβώνθεως καὶ τῆς Βαχὸν Χιαστείτου τοπαρχίας κωμογραμματεὺς κεφάλαια ἀπὸ ὑποκειμένων καὶ τοκαδείας καὶ ἄλλων ἀναλαμβανόμενα ἃ μὲν ἐπὶ κώμης Ψενβιήγχεως ἐρήμου, ἃ δὲ ἐπὶ Χορον…οιμεως καὶ Ψενοψεμούθεως καὶ ἄλλα ἐπὶ …νχων, ἅπαντα πρασσόμενα παρὰ τῶν ἀπὸ Ψενβιῆγχον Ἐρκείρεως πάλαι πολυάνδρους οὔσας νῦν εἰς μόνους ιδ κατηντηκέναι, ἐξ ὧν ἀνακεχωρηκέναι ἄνδρας ι, ὑπολείπεσθαι δὲ μόνους δ, ὧν τὸ αἱροῦν ὀφείλειν πραχθῆναι ἀκολούθως τοῖς κριθεῖσι τῷ γ ἔτει ὑπὸ τοῦ ἀρίστης μνήμης Συριακοῦ τωνου…ιος βεβουλῆσθαι …τοὺς συνεστῶτας …εν εἰσενεγκεῖν …ων ἄλλους, ὅταν …σι. ἔνθεν κατʼ ἀκολουθίαν αὐτῶν τὰ ὑπὲρ τοῦ ζ ἔτους καὶ τῶν ἑξῆς ἐτῶν ἐπεσχέθη …καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται ἄχρι κρίσεως, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο.