Ancient Greek
1.132.16 to 1.134.17
Documentary Papyri, P.Thmouis 1 1.132.16-1.134.17
Not analysed yet
καὶ πρώτως τῷ ι ἔτει διεστάλησαν παραναύλου πυροῦ σύνπαντι ἀρτάβαι ιϛ γ δραχμαὶ ϛ τριώβολον χαλκοῖ β, γίνονται παραναύλου δραχμαὶ ξϛ ὀβολοὶ ε 𐅵χαλκοῖ γ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ τιγ ὀβολοὶ δ 𐅵χαλκοῖ γ, ὧν εἰσὶν αἱ πρώτως τῷ θ ἔτει διεσταλμέναι δραχμαὶ ρνγ ὀβολοὶ 3 χαλκοῖ β καὶ τῷ ι ἔτει ὁμοίως δραχμαὶ ρ τριώβολον χαλκοῖ β. καὶ τῶν κατὰ τὸ ε ἔτος. δούλων φυγάδος ἀναλημπτοῦ δηλωθέντων παραμεῖναι τὰ ἐπικεφάλια τῷ ε ἔτει ὑπὸ τοῦ πρὸ ἐμοῦ βασιλικοῦ γραμματέως διασταλέντα, ἄχρις ἂν ἀπὸ προσόδου ἢ τιμῆς ὑπαρχόντων πραθέντων ἀναπληρωθῇ, καὶ πρὸς τὸ ια ἔτος κατὰ τὰ πρότερα ἔτη τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. μητροπόλεως Μένδητος β ἀμφόδου Φοῖβος δοῦλος Θε…ηνχιος ἐτῶν κγ, Φιλήμων δοῦλος τοῦ αὐτοῦ ἐτῶν κβ, ου…χι γνησίων λαογραφίας δραχμαὶ ιϛ, αἳ καθαραὶ δραχμαὶ ιε ἡμιωβέλιον ,προσδιαγραφομένων πεντώβολον ἡμιωβέλιον, γίνονται αἱ αὐταί, μὴ συνοψιζομένου χωματικοῦ δραχμαὶ ιγ διώβολον, προσδιαγραφομένων πεντώβολον γίνονται δραχμαὶ ιδ ὀβολὸς, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ λ ὀβολὸς. σιτοφόρον ἔδαφος ὅλῃ τῇ ἐπιγραφῇ …ἀναλημπτοῦ πρὸς τῇ τοῦ ἰδίου λόγου ἐπιτροπῇ τῷ ε ἔτει ἐδηλώθη χερσεύειν καὶ τούτου τὰ τελέσματα τῷ ε ἔτει διασταλέντα ἀποκατεστάθη ἐπὶ τῷ μὴ ἐπεσκέφθαι. ἔνθεν καὶ αὐτὸς τὰ τοῦ ϛ ἔτους τὴν ἀρχὴν διαστείλας αὖθις εἰς ἀπαίτησιν μετέδωκα. τοῦ δʼ αὐτοῦ πρὸ ἐμοῦ βασιλικοῦ τὰ ἐν ὁμολόγῳ λογισθέντα διαστείλαντος ὡς τῆς γῆς ἐν χέρσῳ ἐπισκεφθείσης καὶ ταύτης καὶ τῷ ϛ ἔτει ἐν χέρσῳ φανείσης, τὰ τελέσματα τότε ἐπεσχέθη καὶ ἑξῆς ἄχρι τοῦ θ ἔτους, τῷ δὲ ι ἔτει τῶν σιτικῶν ἐπισχεθέντων καὶ τὸ ναύβιον πρώτως ὁμόσε τοῖς ἄλλοις ἀργυρικοῖς τελέσμασι ἐπεσχέθη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο.