Ancient Greek
1.136.19 to 1.138.14
Documentary Papyri, P.Thmouis 1 1.136.19-1.138.14
Not analysed yet
Χιαστείτου …Σαραπιόδωρος …ος Εὐχαρίστου ἱερᾶς διαρτάβου μεμισθωμένης ἄρουραι ϛ, ναυβίου δραχμαὶ γ, χωματικοῦ χαλκοῖ ιβ οἳ χαλκοῖ γ, γίνονται δραχμαὶ γ χαλκοῖ γ, ἀλλαγῆς ὀβολὸς α 𐅵χαλκοῖ β, γίνονται δραχμαὶ γ διώβολον χαλκοῦς α, προσδιαγραφομένων ὀβολὸς χαλκοῖ β, γίνονται δραχμαὶ γ τριώβολον χαλκοῖ γ, ἱερατικῶν θησαυρικοῦ χαλκοῖ γ, εἰκοστῆς δραχμαὶ ϛ, προσδιαγραφομένων διώβολον χαλκοῖ β, γίνονται δραχμαὶ ϛ ὀβολοὶ 2 χαλκοῖ β, μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι ιγ 𐅵γ μη ἀργυρίου δραχμαὶ ε τριώβολον χαλκοῖ β, γίνονται δραχμαὶ ιε τριώβολον χαλκοῖ β. σιτοφόρος ἰδιωτικὴ ἐπιγραφὴ ἐδηλώθη ἐκ μέρους μὲν εἶναι χρεώστου τοῦ φίσκου, ἐκ δὲ τοῦ λοιποῦ ἐκκεχωρῆσθαι εἰς τὸ δημόσιον. τιμῆς δὲ τοῦ λοιποῦ ὑπο εὐπόρου ἐπικρατουμένου διαγραφείσης καὶ τῶν ἄλλων μερῶν ἐν χέρσῳ ἐπισκεφθέντων, τὰ καθήκοντα αὐτῶν, τοῦτό ἐστιν τῆς ἐκκεχωρημένης καὶ τῆς τοῦ χρεώστου, ἀπὸ τοῦ ε ἔτους ἐπεσχέθη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος διεστάλη, ἐξ ὧν τὰ ἀργυρικὰ ἐνθάδε τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Θμοιβαστείτου πρακτορείας Πλεμα …ι… ια ἔτ ἀπὸ τοῦ αὐτοῦ …ιλλεως ενκ χρης συνδ ς… ἀρούρης 𐅸,ἐκκεχωρη ἀπὸ τοῦ ιγ ἔτους συνδ ἄρουραι β η λβ, ἄλλης …τῷ ιθ ἔτει ἀρούρης ιϛ λβ, γίνονται ἄρουραι β δ, ἀπόρου ὀνόματος ἀπὸ μέρους ἐπιγραφῆς πρότερον κληρουχικῆς ἄρουραι β 𐅵η λβ, γίνονται χέρσου ἄρουραι δ 𐅸η λβ, ὡς ὀφείλειν διασταλῆναι τελέσματα ἄρουραι δ 𐅸η λβ, διοικήσεως ναυβίου δραχμαὶ β ὀβολοὶ β 𐅵χαλκοῖ β, χωματικοῦ χαλκοῖ θ 𐅸ιϛ οἳ χαλκοῖ β, ἀλλαγῆς ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ β ὀβολοὶ δ 𐅵,προσδιαγραφομένων ὀβολὸς, γίνονται δραχμαὶ β ὀβολοὶ ε 𐅵,ἱερατικῶν θησαυρικοῦ χαλκοῖ β, εἰκοστῆς δραχμαὶ δ πεντώβολον χαλκοῖ γ, προσδιαγραφομένων δραχμ ὀβολὸς α 𐅵χαλκοῖ γ, γίνονται δραχμαὶ ε ὀβολὸς χαλκοῖ β, μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι ε 𐅷κδ ἀργυρίου δραχμαὶ β διώβολον, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ι τριώβολον.