Ancient Greek
1.140.18 to 1.143.3
Documentary Papyri, P.Thmouis 1 1.140.18-1.143.3
Not analysed yet
ἐδάφη ἃ μὲν χρεωστῶν τοῦ φίσκου, ἃ δὲ ἀναλημπτοῦ, ἐδηλώθη ὅλῃ τῇ ἐπιγραφῇ χερσεύειν. τούτων δὲ συμφώνως ἐπισκεφθέντων, τὰ τελέσματα ἄχρι τοῦ ι ἔτους ἐπισχεθέντα καὶ πρὸς τὸ ια ἐτοῦς διεστάλη, ἐξ ὧν τὰ ἀργυρικὰ ἐνθάδε τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Θμοιβαστείτου κωμῶν Πλεμα αθκυ Φιλοξένου Ἥρωνος χρεώστου τοῦ φίσκου λιμνιτικῆς ἄρουραι μγ 𐅵ιϛ λβ, μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι μγ 𐅵κδ μη ἀργυρίου δραχμαὶ ιζ ὀβολοὶ β 𐅵. Νεομψονομοὺν Ψενκολθὰ ὀνόματος Σαραπίωνος …ωνος τοῦ καὶ Ἀχιλλέως Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως ἐξ ἀναβιβασμοῦ κυρωθεῖσαι Φιλοξένῳ Ἥρωνος ἀπὸ Θμούεως ὑπ… λιμνιτικῆς ἐωνημένης χέρσου ἄρουραι ιθ 𐅵,ἱερᾶς διαρτάβου ἄρουρα α, γίνονται ἄρουραι κ 𐅵,μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι κδ 𐅵γ κδ δραχμαὶ θ ὀβολοὶ ε 𐅵. γίνονται τοῦ εἴδους μὴ συνοψιζομένου παραναύλου δραχμαὶ κζ διώβολον. χρεώστου ἐδάφη ἐδηλώθη ὅλῃ τῇ ἐπιγραφῇ χερσεύειν. τούτων δὲ συμφώνως ἐπισκεφθέντων καὶ μηδε- μιᾶς προσόδου περισωθείσης, τὰ τελέσματα ἄχρι τοῦ ι ἔτους ἐπισχεθέντα καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται, ἐξ ὧν τὰ ἀργυρικὰ ἐνθάδε τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Πτεμπαθιὼ Ψοαραμούνεως α… Ἀπολλωνίου …κητο Λεωνίδου ἄρουραι δ 𐅸η ιϛ …ναυβίου δραχμαὶ ϛ χαλκοῖ β, χωματικοῦ χαλκοῖ κδ η ιϛ οἳ ἡμιωβέλιον ,ἀλλαγῆς ὀβολοὶ γ 𐅵χαλκοῖ β, γίνονται δραχμαὶ ϛ ὀβολοὶ δ 𐅵,προσδιαγραφομένων ὀβολοὶ β 𐅵γίνονται δραχμαὶ ζ ὀβολὸς, ἱερατικῶν θησαυρικοῦ ἡμιωβέλιον χαλκοῖ β, εἰκοστῆς δραχμαὶ θ ὀβολοὶ ε 𐅵χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ γ 𐅵χαλκοῦς α, γίνονται δραχμαὶ ι τριώβολον χαλκοῖ γ, μὴ συνοψιζομένου παραναύλου πυροῦ ἀρτάβαι κγ ἀργυρίου δραχμαὶ θ ὀβολὸς χαλκοῖ β, γίνονται δραχμαὶ κζ χαλκοῖ γ. καὶ τῶν κατὰ τὸ γ ἔτος ἀναλημπτοῦ δούλων δηλωθέντων εἶναι ἐν δρασμῷ τὰ ἐπικεφάλια, ἄχρις ἂν ἀπὸ προσόδου ἢ τιμῆς τῶν ὑπαρχόντων ἀναπληρωθῇ, ἄχρι τοῦ ι ἔτους ἐπισχεθέντα καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο.