Ancient Greek
1.159.10 to 1.158.13
Documentary Papyri, P.Thmouis 1 1.159.10-1.158.13
Not analysed yet
περὶ τῶν ἐν τῇ μητροπόλει ἀναγραφομένων ἐντὸς τριμήνου ἐξετασθήτω εἰ σώζουσιν ἐκεῖνο τὸ δίκαιον, τῶν λοιπῶν δὲ κουφισθήτω. κατὰ ταῦτα μὲν τὰ τῶν ἄλλων ἐπικεφάλια δηλοῦται κεκουφίσθαι, τὰ δὲ τῶν δηλωθέντων ἐν τῇ μητροπόλει ἀναγράφεσθαι ἄχρι τοῦ ε ἔτους διεστάλη καὶ ἑξῆς κατʼ ἔτος· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος τίθεται. τῶν μὲν ἐπὶ κώμης Ψεναχὼ παραγενομένων καὶ ἐπὶ Θμούεως ἀναγραφομένων· Ἀπολλώνιος ἀπάτωρ ἐκ μητρὸς Σοήριος, δηλωθεὶς ἀναγράφεσθαι ἐπὶ Θμούεως δ ἀμφόδου ὡς Ἀπολλώνιος Στρά- τωνος μητρὸς Σοήριος, …πους Νεχθε… μητρὸς Θαύριος, δηλωθεὶς ἀναγεγράφθαι ἐπὶ Θμούεως ια ἀμφόδου ὡς Τι…ν Αἰλουρίωνος μητρὸς Ἰσιδώρας, Ἀπολλώνιος Πρωτάρχου μητρὸς Τρυφαίνης, δηλωθεὶς ἀναγράφεσθαι ἐπὶ Θμούεως ια ἀμφόδου ὡς Ἀπολλώνιος Ἰσιδώρου μητρὸς Τρυφαίνης, γίνονται γ, τῶν δὲ ἐπὶ Μένδητος· Ψόις Ὥρου μητρὸς Τανούπιος, δηλωθεὶς ἀναγράφεσθαι ὡς Ψόις …ήπιος μητρὸς Τανούπιος, Ὧρος ὁ ἀδελφός, δηλωθεὶς ἀναγράφεσθαι ἐπὶ τοῦ αὐτοῦ ὀνόματος, γίνονται β, λαογραφίας δραχμαὶ π, ὧν θησαυρικοῦ δραχμὴ α χαλκοῖ β, λοιπαὶ ἀργυρίου δραχμαὶ οη ὀβολοὶ ε 𐅵χαλκοῖ β, αἳ καθαραὶ δραχμαὶ οδ διώβολον χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ δ ὀβολοὶ γ 𐅵χαλκοῦς α, γίνονται αἱ αὐταί, ἱερατικῶν θησαυρικοῦ δραχμὴ α χαλκοῖ β, ἣ καθαρὰ δραχμὴ α χαλκοῦς α, προσδιαγραφομένων ἑκατοσταὶ β χαλκοῦς α, γίνονται ἡ αὐτή, μὴ συνοψιζομένου χωματικοῦ δραχμαὶ λγ διώβολον, προσδιαγραφομένων δραχμαὶ β ἡμιωβέλιον ,γίνονται δραχμαὶ λε ὀβολοὶ β 𐅵,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ριε ὀβολοὶ β 𐅵. γίνονται δραχμαὶ ρλε ὀβολοὶ β 𐅵,ναυβίου ἴσαι οὗ τὸ πᾶν ὑπὸ τοῦ πρὸ ἐμοῦ βασιλικοῦ γραμματέως ὑπὲρ τοῦ ϛ ἔτους διεστάλη ἄρουραι ξγ 𐅸ἀργυρίου δραχμαὶ λα πεντώβολον χαλκοῖ β, χωματικοῦ χαλκοῖ …ρκζ 𐅵οἳ διώβολον χαλκοῖ β, ἀλλαγῆς δραχμαὶ γ διώβολον χαλκοῖ γ, γίνονται δραχμαὶ λε ὀβολοὶ γ 𐅵χαλκοῖ γ, προσδιαγραφομένων β ὀβολὸς χαλκοῖ γ, γίνονται δραχμαὶ λζ πεντώβολον χαλκοῖ β, θησαυρικοῦ τετρώβολον χαλκοῖ γ, παραναύλου πυροῦ ἀρτάβαι ρϙϛ 𐅷ιβ ἀργυρίου δραχμαὶ οη ὀβολοὶ δ 𐅵,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ σνβ ὀβολοὶ δ 𐅵χαλκοῦς α …τῷ κβ ἔτει παρὰ Ποστουμ …τότε πρὸς τῷ ἰδίῳ λόγῳ …καὶ τῆς ἐπηκολουθηκυίης ἐξετάσεως ἐφάνη Πετεμιῦς ὁ γενόμενος κωμογραμματεὺς Ψεναχὼ διὰ προσφωνήσεως ἣν κατεχώρισεν εἰς τὸ ἐπὶ τόπων δημόσιον ἀρχεῖον ἄνδρας νδ μηνύσας …μηδʼ ὅλως ἀναγεγραμμένους …δὲ ὡς ψευδῶς προς …υ…δειχθέντας. καὶ τότε μὲν κατὰ τὴν μήνυσιν τὰ ἐπικεφάλια ὧν δεῖ ἐτῶν δηλοῦται λελογίσθαι.