Ancient Greek
1.68.1 to 1.71.5
Documentary Papyri, P.Thmouis 1 1.68.1-1.71.5
Not analysed yet
Ἰσίδωρός τις Ἀρτεμιδώρου Ἀλεξανδρεὺς βιβλίδιον ἐπέδωκεν Οὐλπίῳ Μαρκέλλῳ τῷ γενομένῳ δικαιοδότῃ διαδεχομένῳ τότε καὶ τὰ τῇ διοικήσει διαφέροντα βουλόμενος μισθώσασθαι ἐφʼ ἔτη β ἀπὸ τοῦ ζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Οὐήρου περὶ ἀγρὸν Μαγδώλων τοπαρχίας Θμοιριβείτου ἀπὸ ὑπολόγου …λους τόπους ἀρουρῶν λϛ …ραν …ς… ἐπὶ τῷ τὴν προκα…ην σπεῖραι οἷς ἐὰν αἱρῆται γένεσι καὶ τελέσαι κατὰ ἄρουραν δραχμὰς …,καὶ ὁ Μαρκέλλος ἔγραψεν τῇ …μηνὸς Τῦβι τοῦ ζ ἔτους Ὡρίωνι στρατηγήσαντι πέμψας καὶ τῶν ἐπιδοθέντων αὐτῷ βιβλιδίων τὸ ἕτερον, ἵνʼ ἐὰν ἡ δηλουμένη γῆ μισθώσει ὑποπίπτῃ προκηρυ…ι τῆς ἀμείνονος αἱρέσεως. τοῦ δὲ Ὡρίωνος τὰ γραφέντα …ντος ἵνʼ εἰδῶ καὶ τὰ ἴδια μέρη ἀναπληρώσω, ἐλογισάμην τὸν κατὰ τὴν ἐπιδοχὴν συναγόμενον φόρον καὶ μετέδωκα εἰς τὸ προκηρυχθῆναι. τοῦ δὲ χρόνου εἰς τὸ η ἔτος πληρώσαντος, ὁ κωμογραμματεὺς ἐπὶ τῆς ἐπισκέψεως προσεφώνησεν τὰς εἰς μίσθωσιν ἐπιδεχθείσας ἀρούρας εἶναι ἐν χέρσῳ ἀναντιποιήτῳ καὶ ἀγνοεῖν τὸν ὑποσχόμενον· καὶ οἱ τὰ αὐτενιαυτὰ εἴδη τοῦ αὐτοῦ η ἔτους ἐπισκεψάμενοι ἔγραψαν πεφηνέναι αὐτοῖς εἶναι ἐν χέρσῳ, ἐξ ἧς μηδὲν δύνασθαι περιγείνεσθαι. τῷ δὲ θ ἔτει ὁ αὐτὸς κωμογραμματεὺς τὰ αὐτὰ τοῖς τῷ η ἔτει προσφωνηθεῖσι δηλώσας καὶ παραθέμενος τὰ ὑπὸ τῶν τῷ η ἔτει ἐπισκεψαμένων γραφέντα ἐκούφισεν τὸν ἐξ ὑποσχέσεως ἀναλημφθέντα φόρον· τὸν γὰρ τῆς ἐπιδοχῆς, φησί, χρόνον εἰς τὸ η ἔτος πεπληρωκέναι καὶ τοὺς ἐπισκεψαμένους γεγραφέναι κ…ση εἶναι ἐν χέρσῳ, ἐξ ἧς μηδὲν δύνασθαι περιγείνεσθαι. ὅθεν κατʼ αὐτὰ τὸ ὑπὸ τοῦ κωμογραμματέως μει… κεφάλαιον τῷ θ ἔτει καὶ ὑπὲρ τοῦ ι ἔτους μετεδόθη εἰς τὸ ἐπισχεθῆναι ἄχρι κρίσεως· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται. Θμοιριβείτου Μαγδώλων χέρσου ὑπολόγου προμεταδοθέντος …κεφαλαίου ὡς φόρου νομῶν …δραχμαὶ Αω, προσδιαγραφομένων δραχμαὶ ριβ τριώβολον, γίνονται δραχμαὶ Αϡιβ τριώβολον κεφάλαια ἀπὸ ὑποκειμένων καὶ ἄλλων ἀναλαμβανόμενα ἐν τοῖς ἀπὸ κώμης Νεμεὼ ὁ κωμογραμματεὺς τοῦ θ ἔτους, φήσας τὴν κώμην, ὅτε κεφάλαια ἐστάθη δίδοσθαι, εἶναι ἀπὸ ἀνδρῶν ρν καὶ ἐπιβεβληκέναι αὐτοῖς πυροῦ ἀρτάβας ρ καὶ προσ… νῦν εἰς μόνους κατηντηκέναι ἄνδρας με, ἀφʼ ὧν τοὺς μὲν λδ ἐξασθενήσαντας ἀνακεχωρηκέναι, μόνους δὲ ια συνεστάσθαι, ἐκούφισεν τὸ ἐπιβάλλον τοῖς ἀνακεχωρηκόσι καὶ προσέθηκεν Ἄννιον Συριακὸν τὸν ἡγεμονεύσαντα ἐφʼ ὁμοίων κεκρικέναι τῷ γ ἔτει, ὅτε τὸν νομὸν διελογίζετο, τοὺς συμμένοντας τὸ ἐπιβάλλον αὐτοῖς τελεῖν. ὅσα οὖν