Ancient Greek
1.80.13 to 1.83.16
Documentary Papyri, P.Thmouis 1 1.80.13-1.83.16
Not analysed yet
γίνονται δραχμαὶ ρκγ πεντώβολον χαλκοῖ β, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ τ τετρώβολον χαλκοῖ γ. μετὰ τὰς εἰς ὁμόλογον ἀποκατασταθείσας ὡς πρόκειται ὡς κριθείσας ὑπὸ Στατιανοῦ ἐν ᾧ ἐποιήσατο τοῦ νομοῦ διαλογισμῷ τῷ ιγ ἔτει ἀργυρίου δραχμὰς ογ διώβολον, ὧν διοικήσεως δραχμαὶ μ ὀβολοὶ 2, εἰδῶν τοκαδείας δραχμαὶ λγ, γίνονται αἱ προκείμεναι, λοιπαὶ διοικήσεως δραχμαὶ ρλϛ τριώβολον χαλκοῦς α, εἰδῶν τοκαδείας δραχμαὶ ϙ πεντώβολον χαλκοῖ β, γίνονται δραχμαὶ σκζ διώβολον χαλκοῖ γ ἐδαφῶν χρεωστῶν τοῦ φίσκου τὰ μὲν σιτικὰ καθήκοντα ἐπὶ τῷ εἶναι ὁλεπίγραφα καὶ ἐν χέρσῳ τῷ θ ἔτει ἐπεσκέφθαι ἐν ἑτέρῳ μέρει ἐπεσχέθη, τὰ δὲ ἀργυρικὰ ἐνθάδε κατὰ τὸν αὐτὸν τρόπον καὶ ὑπὲρ τοῦ ι ἔτους διεστάλη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται. Χιαστείτου Ψενοψεμούθεως λιμνιτικῆς προσόδου Ἀρτεμιδώρου Φιλοξένου ὑπαλλάξαντος ὑπὲρ Αἰλουρίωνος …ος γενομένου …ιας α δ φυλακιτῶν π…υ δ…εικ…δ ἀμπελ α… ἄρουραι θ, παραναύλου πυροῦ ἀρτάβαι …δραχμαὶ …Θελβώνθεως …Ἀνεικητο ……π… γνησίων ναυβίου δραχμαὶ β τριώβολον, χωματικοῦ χαλκοῖ ι οἳ χαλκοῦς α, ἀλλαγῆς ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ β ὀβολοὶ δ 𐅵χαλκοῦς α, προσδιαγραφομένων ὀβολὸς χαλκοῖ β, γίνονται δραχμαὶ β ὀβολοὶ ε 𐅵χαλκοῖ γ, ἱερατικῶν θησαυρικοῦ χαλκοῖ γ, εἰκοστῆς δραχμαὶ ε, προσδιαγραφομένων ὀβολὸς α 𐅵χαλκοῖ γ, γίνονται δραχμαὶ ε ὀβολὸς α 𐅵χαλκοῖ γ, διοικήσεως παραναύλου πυροῦ διοικήσεως …ἀρτάβαι η 𐅷κδ, …ἀρτάβαι ιδ η, τῶν ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβαι κβ 𐅵γ ἀργυρίου δραχμαὶ θ ἡμιωβέλιον χαλκοῦς α, γίνονται δραχμαὶ ιζ ὀβολοὶ β 𐅵χαλκοῖ β. ὁ τῆς Θώνεως κωμογραμματεὺς ἐδήλωσεν βιβλίδια ἐπιδεδόσθαι τῷ ϛ ἔτει τῷ τότε διέποντι τὰ κατὰ τὴν διοίκησιν ἐξ ὀνομάτων τινῶν ὡς ὑποσχομένων μισθώσασθαι τόπους περιπε…α κωμῶν Κολουθ, Παψείχεως, Μαγδώλων, Χῶνθον Πανακερκὴ εἰς θήραν ἀγρίων καὶ ἰχθύος, φόρου τοῦ ἑξῆς δηλουμένου, Ἀρτεμίδωρον δὲ τὸν γενόμενον βασιλικόν, φανερῶν αὐτῷ γενομένων τούτων, ἀνειληφέναι τῷ ϛ ἔτει τὸν κατὰ τὰς ὑποσχέσεις συναγόμενον φόρον· τῶν δὲ ἐμφερομένων ὧν ἐξ ὀνόματος ἡ ὑπόσχεσις ἐδόθη προσφωνησάντων μὴ αὐτοὺς εἰς μίσθωσιν τοὺς τόπους ὑπεσχῆσθαι, ἀλλὰ ἐπηρεάζοντάς τινας αὐτοῖς ἐξ ὀνόματος αὐτῶν βιβλίδια τῷ διοικητῇ ἐπιδεδωκέναι ὡς ὑποσχομένων αὐτῶν εἰς μίσθωσιν τόπους κατὰ τὸ παντελὲς ἀχρήστους, καὶ τοὺς τότε κωμογραμματεῖς τὰ αὐτὰ τοῖς προσφωνηθεῖσι δεδηλωκέναι, ἐπεσταλκέναι Ὡρείωνι τῷ στρατηγήσαντι περὶ ὧν ἀνέλαβεν κεφαλαίων διὰ τὸ ἀνενηνοχέναι αὐτὸν τῷ Σεουηριανῷ …