Ancient Greek
1.97.22 to 1.100.3
Documentary Papyri, P.Thmouis 1 1.97.22-1.100.3
Not analysed yet
ἀργυρίου δραχμαὶ ιη ὀβολοὶ δ 𐅵χαλκοῖ β, προσδιαγραφομένων δραχμὴ α διώβολον, γίνονται δραχμαὶ κ ἡμιωβέλιον χαλκοῖ β, μὴ συνοψιζομένου διοικήσεως παραναύλου πυροῦ σύνπαντι ἀρτάβαι λϛ κδ ἀργυρίου δραχμαὶ ιδ ὀβολοὶ β 𐅵,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ μγ ὀβολοὶ β 𐅵χαλκοῦς α. ἰδιωτικῆς σιτοφόρου ἐπιγραφῆς χρεώστου τοῦ ταμείου τὰ καθήκοντα τοῦ τε θ ἔτους καὶ ι ἔτους ἐπὶ τῷ ἐν χέρσῳ τῷ θ ἔτει ἐπεσκέφθαι διεστάλη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος τὰ ἀργυρικά, τῶν σιτικῶν ἐν ἑτέρῳ μέρει διασταλέντων, κατὰ τὸν αὐτὸν τρόπον ἐπέχεται. Πτεγχὰτ Κεπτὴ πρότερον Ἀπολλωναρίου Φιλοξένου ἐωνημένης Φιλοξ…μενδ Φιλοξένου καὶ Ἀπολλωνίου Ἰσχυρίωνος καὶ ἄλλων ὀνομάτων ἄρουραι λα 𐅸η, γνησίων διοικήσεως ναυβίου δραχμαὶ ιε ὀβολοὶ ε 𐅵χαλκοῦς α, χωματικοῦ χαλκοῖ ξγ 𐅸οἳ ὀβολὸς χαλκοῖ β, ἀλλαγῆς δραχμὴ α τετρώβολον χαλκοῦς α, γίνονται δραχμαὶ ιζ πεντώβολον, προσδιαγραφομένων δραχμὴ α ἡμιωβέλιον χαλκοῖ β, γίνονται δραχμαὶ ιη ὀβολοὶ ε 𐅵χαλκοῖ β, προσδιαγραφομένων δραχμαὶ β, γίνονται δραχμαὶ λβ πεντώβολον χαλκοῖ β, διοικήσεως παραναύλου πυροῦ σύνπαντι ἀρτάβαι λε 𐅵γ η ἀργυρίου δραχμαὶ ιδ ὀβολοὶ 2 χαλκοῖ γ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ξζ ὀβολοὶ γ 𐅵χαλκοῦς α. ὁ τῆς Πετετεὶ καὶ ἄλλων κωμῶν κωμογραμματεὺς ὑποκείμενα καὶ ἄλλα ἀναλαμβανόμενα πρὸς τοὺς ἀπὸ τῆς Πετετεὶ καὶ Ψεναρποκράτεως καὶ Ψενβιῆνχον Ε… ρεφους ἐκούφισεν φήσας τὴν Πετετεὶ τῷ τότε ταράχῳ …πεποιῆσθαι καὶ τοὺς πλείστους …τῶν τῆς Πετετεὶ καὶ τῆς Ψεναρποκράτεως καὶ Ψενβιήγχεως ἐν τῇ Πετετεὶ καταμένοντας ἀνῃρῆσθαι τῷ η ἔτει ὑπὸ τῆς πεμφθείσης στρατιωτικῆς δυνάμεως καὶ ὁλερήμους εἶναι τὰς κώμας. τὰ οὖν ὑπὸ τοῦ κωμογραμματέως τῷ θ ἔτει κουφισθέντα διεστάλη τῷ τε θ ἔτει καὶ ι ἔτει ἄχρι κρίσεως· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται. διοικήσεως δερματηρᾶς νομοῦ κατʼ ἔτος προκηρυσσομένης κατὰ τὰ πρότερα ἔτη ἀναλαμβάνονται Πετετεὶ διὰ ποιμένων δραχμαὶ κϛ, προσδιαγραφομένων δραχμὴ α ὀβολοὶ γ 𐅵χαλκοῖ β, γίνονται δραχμαὶ κζ ὀβολοὶ γ 𐅵χαλκοῖ β, ἱερατικῶν θησαυρικοῦ δραχμαὶ β ὀβολὸς χαλκοῖ β, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ β, γίνονται δραχμαὶ β διώβολον, γίνονται δραχμαὶ κη ὀβολὸς χαλκοῖ β, προσδιαγραφομένων δραχμὴ α ὀβολοὶ δ 𐅵,γίνονται δραχμαὶ κθ ὀβολοὶ ε 𐅵χαλκοῖ β, ἄλλων εἰδῶν συνήθως κατὰ παραγραφὴν δηλουμένων ἀναλαμβάνεσθαι καὶ κατʼ ἔτος προκηρυσσομένων·