Ancient Greek
P.Thomas 2
Documentary Papyri, P.Thomas 2
Not analysed yet
Πτολεμαῖος Νεχούτει χαίρειν· Ἀνδρομάχωι καὶ Ἀρισταίωι καὶ Παραιβάτωι τοῖς γ Ἀνδρομάχου Θραιξὶν κατακεχωρισμένοις εἰς τοὺς ὀγδοηκονταρούρους ἱππέας, κατὰ τὴν παρὰ τοῦ… ἐπιστολήν, συγκαταμέτρησον μετὰ τῶν εἰθισμένων τὸν καθήκοντα ἑκάστωι κλῆρον ἀπὸ τῆς ὑπαρχούσης γῆς ἀφορολογήτου περὶ Ἐλευσῖνα καὶ Τεβέτνου ἀκολούθως τοῖς προυπάρχουσιν χρηματισμοῖς καὶ φρόντισον ὅπως μηθὲν ἀγνοηθῆι πέμψον δὲ καὶ πρὸς ἡμᾶς τὰ κατὰ σφραγῖδα τῶν κλήρων. ἔρρωσο. ἔτους β Φαῶφι κθ Πτολεμαῖος. συνκαταμέτρησον την ϛ ιβ κ…ο… τῶν ὀγδοηκονταρούρων