Ancient Greek
P.Thomas 28
Documentary Papyri, P.Thomas 28
Not analysed yet
παραχωρης… ἀπὸ τοῦ μικροῦ χωρήματος ἐνπροστα… παραχωρηθέντων μοι παρὰ σοῦ. εἰ δὲ …τοῦ ὀγδόου μέρους τῆς κέλλας καὶ τὸ μέτρον …κέλλας ἀπὸ τοῦ ἐμοῦ χωρήματος, τουτέστι… τοίχου ἀπὸ τοῦ νοτίνου μεσοτοίχου τῆς …εἰς νότον ὅπου φθάνει τοῦ μέτρου τοῦ αὐτοῦ ……ο… υ …ρος τῆς αὐτῆς …τῆς κέλλας παραχωρεῖν σοι καὶ μὴ ἐξουσίαν ἔχειν …χωρήματος, ἀλλʼ εἶναι ὑπʼ ἐμὲ τὸν προκείμενον Βίκτορα …παραχωρηθέντα μοι παρὰ σοῦ εἰς τὸ παντελές, ὧν ἐθέμεθα δεόντως ταύτην τὴν ἀντικαταλλαγὴν πρὸς τὸ ἕκαστον εἰς τὴν ἑκάστου μερίδα ἐλθεῖν καὶ ἐξελθεῖν ἐκ τῆς ἑκάστου μερίδος καὶ …ἐντεῦθεν ἔχειν καὶ δεσποτεύειν τὴν ἑκάστου μερίδα καὶ …καὶ νέμεσθαι καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ χρήσασθαι ᾧ βούλῃ τρόπῳ ἀκωλύτως, ὧν τὴν νομὴν ἑκόντες καὶ πεπεισμένοι καὶ βεβαιώσειν ἀλλήλοις πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου παντὶ καιρῷ ἐπάναγκες· καὶ μηδὲν ὑπεναντίον πώποτε χωρεῖν τὰ προγεγραμμένα, τὸν δὲ παραβαίνοντα ἐξ ἡμῶν τὰ προγεγραμμένα δώσει ὁ μὴ ἐμμένον μέρος τῷ ἐμμένοντι χρυσοῦ οὐγκίαν μίαν καὶ ἄκοντα αὐτὸν ἐμμένειν πᾶσι τοῖς ἐγγεγραμμένοις πρὸς τῷ ἀρραγὴν καὶ βεβαίαν εἶναι ταύτην τὴν ἀντικαταλλαγὴν πανταχοῦ προκομιζομένην, τρισσὴν γραφεῖσαν ὁμότυπον πρὸς τὸ ἑκάτερον μέρος ἔχειν ἀνὰ μοναχὸν μεθʼ ὑπογραφῆς ἐμῆς Βίκτορος καὶ τοῦ ὑπὲρ Ἑρμαυῶτος ὑπογράφοντος καὶ τῶν συνήθων μαρτύρων. καὶ ἐπερωτηθέντες ἐπὶ τούτοις πᾶσι ὡμολογήσαμεν. Αὐρήλιος Βίκτωρ Βησαρίωνος ὁ προκείμενος ἐθέμην ταύτην τὴν ἀντικαταλλαγὴν καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἑρμαῶς Ψαίου ὁ προκείμενος ἐθέμην ταύτην τὴν ἀντικαταλλαγὴν καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Φλάουιος Θεότεκνος Ψαίου ἀποπραιπόσιτος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος Ἰωάννης Ἀβρααμίου μαρτυρῶ τὴν ἀντικαταλλαγὴν ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἀπολλῶς Διοσκόρου μαρτυρῶ τὴν ἀντικαταλλαγὴν ἀκούσας παρὰ τῶν θεμένων ὑπογράφων ἰδίᾳ χειρί. Αὐρήλιος Σενοήθης Ἀπολλῶτος μαρτυρῶ τῇ ἀντικαταλλαγῇ ἀκούσας παρὰ τῶν θεμένων. ἐγράφη διʼ ἐμοῦ Οὐίκτορος ἀπὸ τῆς αὐτῆς κώμης