Ancient Greek
P.Thomas 5 Ro
Documentary Papyri, P.Thomas 5
Not analysed yet
Ψονσνεὺς ὡς ἐτῶν λη μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ ὑπὸ γόνυ δεξιόν. Ψομσνήους Πραξίου τῶν ἀπὸ Φιλαδελφείας τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ τοῖς παρὰ Καττίου Κατύλου ἑκατοντάρχου· ὀμνύω Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα εἶ μὴν ἑκουσίως ἐγγεγυῆσθαι Πραξίαν Διοδώρου τὸν πατέρα μου καὶ Θαῆσιν Ἀνουβίωνος τὴν μητέρα μου οὓς καὶ παραστήσω Νεμεσίωνι πράκτορι τῆς αὐτῆς κώμης ἐν τῷ δημοσίῳ λογιστηρίῳ τῆς Ἡρακλείδου ἐν ἡμέραις εἰκοσιπέντε ἀπὸ τῆς ἐνεστώσης ἡμέρας· ἐὰν δὲ μὴ παραστήσω, ἐκτίσω τὰ σὺν τόκοις ὀφλήματα τῇ δημοσίᾳ. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δέ, τὰ ἐναντία. Νικάνωρ Νικάνορος ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθείς διὰ τὸ φάσκειν αὐτὸν μὴ εἰδέναι γράμματα. ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Ἐπεὶφ τριακάδι. Δωσίθεος σεσημείωμαι. ἔτους ϛ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ τριακάδι.