Ancient Greek
11bis.3.59 to 11bis.3.69
Documentary Papyri, P.Tor. 11bis.3.59-69
Not analysed yet
κεκρατηκότων ἔλεγεν, εἰ καί τις θείηι μηδεμίαν ἐπιφέρειν αὐτοὺς συγγραφήν, ἀρκεῖσθαι ἀπʼ αὐτῶν τῶν προσταγμάτων τῆς κρατήσεως αὐτοῖς περιγινομένης, μὴ γοῦν καὶ τὰς κτήσεις ἐπιφερόντων καὶ κεκρατηκότων ἔτη πλείονα, τοῦ δʼ ἀντιδίκου ἀναποδείκτου καθεστηκότος, ἔτι δὲ καὶ προβεβηκότος ἤδη τοῖς ἔτεσι καὶ μήτʼ ἐν τοῖς ἔμπροσθεν χρόνοις πρὸς τοὺς γονεῖς αὐτῶν μήτε μὴν πρὸς ἑαυτοὺς λόγον συνεστάσθαι μέχρι τοῦ παρόντος καὶ μηδαμῶς δυναμένου ἐπιδεῖξαι καθόλου τινὰ τῶν ἑαυτοῦ γονέων ἢ καὶ αὑτὸν ᾠκηκότα ἐν τῆι Διὸς πόλει μηδʼ ὥς ἐστιν αὑτοῦ ἡ οἰκία προγονική, ὁμολογουμένως δʼ ἐπὶ συκοφαντίαι καὶ διασεισμῶι ἐπαγειοχότος τὸ ἔγκλημα. τοιούτων οὖν ὄντων τῶν κατʼ αὐτοὺς καὶ τοῦ Ἑρμίου οὐδενὶ τεκμηρίωι προσεναπτομένου, φάσει δὲ κενῆι προφερομένου εἶναι προγονικήν, τῶι μὲν Ἑρμίαι εἴπαμεν μὴ ἀντιποιεῖσθαι τῆς οἰκίας, τοῖς δὲ περὶ τὸν Ὧρον κρατεῖν αὐτῆς καθότι καὶ πρότερον.