Ancient Greek
12.5.30 to 12.6.33
Documentary Papyri, P.Tor. 12.5.30-12.6.33
Not analysed yet
ἀναλογιζομένων τῶν χρόνων ἀπὸ μὲν τοῦ Ἐπιφανοῦς ἐτῶν κδ, Φιλομήτορος ἐτῶν λε, θεοῦ δʼ Εὐεργέτου ἀπὸ τοῦ κε ἔτους ἕως τοῦ νγ ἔτους ἐτῶν κθ, συντρέχειν ἔτη πρὸς τὰ πη, ὥστε ὁμολογουμένως ἑαυτοῦ καταμαρτυροῦντα συμφανὲς καθεστακέναι μήτε τὸν ἑαυτοῦ πατέρα μήτʼ αὐτὸν κατῳκηκέναι ἐν τῆι Διὸς πόλει μηδὲ καταλείπεσθαι αὐτῶι μηδεμίαν ἀντίρρησιν καθόλου περὶ τῆς οἰκίας διὰ τοσούτων ἐτῶν ἐπερχομένωι καὶ μηδεμιᾶς κρατήσεως μηδὲ κυριείας τινὸς ἐγγαίου περιγινομένης αὐτῶι μηδὲ τῶι πατρὶ ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τοῦ νῦν. προσαπελογίζετο δὲ μήτε διαγραφὴν μήτʼ ἄλλην κτῆσιν ἐπιφέροντος, ἀλλʼ ἀναποδείκτου καθεστηκότος, κακοτρόπως καὶ ἐπὶ ῥαδιουργίαι παρακεῖσθαι αὐτὸν τὴν συνχώρησιν, καὶ ὄντων τῶν πεπρακότων ἐννέα καὶ τῶν περὶ τὸν Ὧρον ἐνοικούντων καὶ κρατούντων τῆς οἰκίας, δέον εἶναι πρότερον κατὰ τούτων τὴν ἔντευξιν δοῦναι, ἵνʼ οὗτοι ἤτοι προεπισκηψάμενοι τοῖς πεπρακόσιν αὐτοῖς αὐτοὶ καὶ τὴν πρὸς τὸν Ἑρμίαν κρίσιν ἐκδικήσαντες ἐκστήσωσιν αὐτὸν τῆς πρὸς αὐτοὺς ἀντιδικίας ἢ παραδόντες τοῖς βεβαιωταῖς τὸν περὶ τῆς βεβαιώσεως λόγον συνστήσωνται φανερᾶς τῆς κρίσεως γνωρισθείσης ἑκάστοις καὶ ἑλκυσθέντων ἁπάντων εἰς τὸ κριτήριον, εἴπερ γε δὴ ἐνόμιζεν ἐκ τῆς ἀληθείας τῆι κατὰ νόμους ὁδῶι πορευόμενον τὸν ἐξ εὐθυδικίας λόγον συνίστασθαι καὶ μὴ διὰ κεκρυμμένης σκευωρίας κακοικονομίαν ἐνεργάζεσθαι, ἀγνοούντων τῶν ἀντιδίκων, εἴ τινα σύνπαιγμον ποιεῖται τῆι Λοβάιτι μόνηι, ᾗπερ οὐκέτʼ ἦν ἐξουσία τῆς οἰκίας ἐμποιεῖσθαι πεπρακυίαι τὸ ἑαυτῆς μέρος ἕβδομον ἀπὸ πηχῶν ἑπτὰ ἡμίσους καὶ ἑνὸς πήχεως ἐπιβάλλοντος αὐτῆι κατὰ τὴν μίαν τῶν παρακειμένων συγγραφήν. προσαποδεικνὺς δὲ πρὸς τὸ συνστῆσαι, ὅτι ἐστὶν οἷα προενήνεκται, ἀναλαβὼν ἐξ ὧν παρέκειτο ὁ Ἑρμίας περὶ ἧς ἔφη γεγονέναι αὑτῶι ἑτέρας διακρίσεως πρὸς Ἁρμᾶιν καὶ Ἀπολλώνιον, ἔφη προενηνεγμένον αὐτὸν περὶ τοῦ πεπρακέναι τὸν Ἀπολλώνιον τῶι Ἁρμάει, ἀφʼ ἧς ἔφη εἶναι αὑτοῦ γῆς μέρος, τὴν δʼ ἔνκλησιν πεποιημένον οὐ κατὰ τοῦ ἀποδομένου Ἀπολλωνίου, κατὰ δὲ τοῦ ἐωνημένου καὶ κρατοῦντος Ἁρμάιος, τοῦ δὲ Ἁρμάιος ἐπισκηψαμένου τῶι ἀποδομένωι Ἀπολλωνίωι παραδεδωκέναι τὴν κρίσιν καὶ τοῦτον τὰ πρὸς τὸν Ἑρμίαν ἐκδεδικηκέναι ἀπὸ τῆς πρότερον συνσταθείσης κρίσεως Ἁρμάει τῶι ἐωνημένωι καὶ κρατοῦντι, ὥστε μηδένα λόγον αὐτῶι καταλείπεσθαι περὶ τῆς πρὸς τὴν Λοβάιν συνχωρήσεως μηδὲ τοὺς περὶ τὸν Ὧρον ἐκθλίβεσθαι ταύτηι. περὶ δὲ τοῦ προστάγματος τοῦ περὶ τῆς ἀναγραφῆς προεφέρετο μηθὲν αὐτῶι συμβάλλεσθαι, ὁμολογοῦντος αὐτοῦ διὰ τῆς αὐτῆς ἐντεύξεως, ὅτι ἡ Λοβάις σὺν τοῖς ἑαυτῆς