Ancient Greek
P.Tor. 9
Documentary Papyri, P.Tor. 6
Not analysed yet
ἐπιστάτου τοῦ Περὶ Θήβας, …συνπαρόντων Φι… ἱππέων, Εὐτυχίδου, Ἀπολλωνίου, …μολου, Ἑρμοκλέους, πάντων τῶν Ἀμμωνίου τοῦ Ἀπολλωνίου κατοίκων ἱππέων, Ἀθηνοδώρου τοῦ …υλου, Ἡρακλείδου τοῦ Βίωνος, καὶ ἄλλων πλειόνων. καταστάντος Ἀμενώθου τοῦ Ὥρου παρασχίστου πρὸς Πετενεφώτην Πετενεφώτου τῶν αὐτῶν προεφέρετο τὸν ἐγκαλούμενον λογείας συνίστασθαι τῶν μὴ καθηκόντων αὐτῶι καὶ ταῦθʼ ὁμολογίας κοινῆς διʼ αὐτοῦ γεγονυίας ἐν τῶι να ἔτει Παῦνι ιγ, διʼ ἧς σημαίνεσθαι ἕτερά τε καὶ ἐν τῆι Διὸς πόλει αὐτῶν τῶν ἱερέων τοῦ Ἄμμωνος καὶ τῶν τούτων δούλων ἐπιστήσεσθαι αὐτὸν ἐν τοῖς κατὰ τὴν παρασχιστικὴν θεραπείαν καὶ ἐπίτιμα τῶι παρασυγγραφοῦντι, νυνὶ δʼ ἀντιποιεῖσθαι καὶ τῶν ἀπηλευθερωμένων ὑπὸ τούτων καὶ τῶν ἀφʼ ἱερέων καὶ ἀφʼ ἱερισσῶν καὶ νόθων, παραβαίνοντα τὰ διʼ αὐτῆς δηλούμενα, ἧς καὶ παραναγνωσθείσης καὶ τοῦ Πετενεφώτου ἀντιτιθέναι τι πρὸς ταῦτα μὴ δυναμένου διεστειλάμεθα μηθὲν ἔτι τοιοῦτο ἐπιχειρεῖν διαπράσσεσθαι, ἐμμένειν δʼ ἐν οἷς ἑκόντες πρὸς ἑαυτοὺς συγκεχωρήκασι, ἐφʼ οἷς ἀνέλυσαν.