Ancient Greek
8.1.1 to 8.1.38
Documentary Papyri, P.Tor. 8.1.1-38
Not analysed yet
Ἡρακλείδει τῶν ἀρχισωματοφυλάκων καὶ ἐπιστάτει καὶ ἐπὶ τῶν προσόδων τοῦ Περὶ Θήβας παρὰ Πετενεφώτου τοῦ Πετενεφώτου παρασχίστου τῶν ἀπὸ Διὸς πόλεως τῆς Μεγάλης. ἀδικοῦμαι ὑπὸ Ἀμενώθου τοῦ Ὥρου παρασχίστου. τοῦ γὰρ να ἔτους Παῦνι ιγ ἐθέμεθα πρὸς ἑαυτοὺς ὁμολογίαν διὰ τοῦ ἐν τῆι Διὸς πόλει ξενικοῦ ἀγορανομίου, διʼ ἧς ὁ μὲν Ἀμενώθης ὁμολογεῖ μοι ἀφίστασθαι ἀπὸ τῆς τῶν Μεμνονείων καὶ Φμούεως καὶ Θύνεως καὶ Τµοντνεµπαµῆνις καὶ Πηινπόαρ καὶ Πα… καὶ Μέσθβον, κωμῶν τῆς Λιβύης τοῦ Παθυρίτου καὶ Πώεως καὶ Πῆι καὶ Πμούχεως, ἄλλων κωμῶν τῆς Λιβύης τοῦ Κοπτίτου καὶ τῆς τῶν ἐν τῆι Διὸς πόλει …ἱερέων τοῦ Ἄμμωνος καὶ τῶν τούτων δούλων καὶ τῆς τοῦ Ἀμμωνιείου τῆς Διὸς πόλεως καὶ Ψαμήρεως καὶ τῆς τῶν παρεπιδημούντων καὶ κατοικούντων ἐν ταύταις ξένων παρασχιστείας θεραπείας· κατὰ τὰ αὐτὰ δὲ ἐμοῦ ὁμολογοῦντος καὶ τῶι Ἀμενώθηι ἀφίστασθαι ἀπὸ τῆς τῶν ἐν τῆι Διὸς πόλει, πλὴν ἢ τῶν ἱερέων τοῦ Ἄμμωνος καὶ τῶν τούτων δούλων καθάπερ προγέγραπται, καὶ τῆς τῶν Κεραμείων καὶ Θμονονκοίφεως καὶ Γαβᾶι καὶ Προίτου Ἰβιῶνος τοῦ Περὶ Θήβας καὶ Ποονπώεως τοῦ Κοπτίτου καὶ τῆς τῶν παρεπιδημούντων καὶ κατοικούντων ἐν ταύταις ξένων ὁμοίως παρασχιστείας θεραπείας, ἀμφότεροι δὲ προσομολογοῦμεν μὴ θεραπεύσειν τοὺς ἐκ τῶν ἀλλήλων ἀποδιεσταλμένων κωμῶν μηδὲ τοὺς διαβαίνοντας καὶ ἐργαζομένους ἐν ταῖς ἑκάστου κώμαις μηδὲ λογεύσειν μήτε ὄσπριον μήτε οἶνον μηδʼ ἄλλο μηθὲν καθʼ ὁντινοῦν τρόπον, μηδὲ μὴν ὁμοίως θεραπεύσειν μηδὲ λογεύσειν τοὺς κατοικοῦντας ἐν ταῖς ἀλλήλων κώμαις ἀπὸ τοῦ μ ἔτους μέχρι τοῦ εἰς τὰς ἰδίας αὐτῶν μετοικισθῆναι, μηδὲ ἐμοὶ ἐξεῖναι θεραπεύειν τὰ μεταφερόμενα ἐκ Ποενπώεως εἰς Πώιν τῆς Λιβύης τοῦ Κοπτίτου σώματα διὰ τὸ μὴ ὑπάρχειν ἐν τῆι σημαινομένηι κώμηι νεκρίαν, ὁμοίως δὲ μηδὲ τῶι Ἀμενώθηι ἐξεῖναι θεραπεύειν τὰ ἐκ τῆς Ποονπώεως ἀποθνήσκοντα σώματα, ἐμμένειν δὲ ἀμφοτέρους ἐν τοῖς πρὸς ἑαυτοὺς διωμολογημένοις καὶ μὴ ἐξεῖναι ἡμῖν παρασυνγραφεῖν τι τῶν προγεγραμμένων, εἰ δὲ μὴ, τὴν ἔφοδον ἄκυρον εἶναι καὶ προσαποτεῖσαι τὸν παρασυνγραφοῦντα τῶι ἐμμένοντι, καθʼ ὃ ἂν μέρος ἢ εἶδος παρασυνγραφήσηι, ἐπίτιμον παραχρῆμα χαλκοῦ νομίσματος τάλαντα λ καὶ τὸ βλάβος κατὰ τὸν νόμον καὶ ἱερὰς τοῖς βασιλεῦσιν ἀργυρίου ἐπισήμου δραχμὰς τ καὶ μηθὲν ἧσσον κύρια εἶναι τὰ διωμολογημένα, καθότι εὐδοκοῦντες πρὸς ἑαυτοὺς συνεχωρήσαμεν.