Ancient Greek
P.Trier 1 11
Documentary Papyri, P.Trier 1 11
Not analysed yet
ὡς ἐτῶν …ἀναφάλανθος …ὁ δεῖνα τοῦ δεῖνος …σης φυλακίτης …μαρτυρῶ Ἀπολλωνίωι δικαζομένωι Ζήνωνι. τοῦ δὲ ……ἔτους μηνὸς Θωὺθ κθ παρὼν ἐν τῆι Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν ἐπεγράφην μετ’ ἄλλων μαρτύρων ἐπὶ συγγραφῆς καθ’ ἣν ἐδάνεισεν Ἀπολλώνιος Ζήνωνι, καθ’ οὗ μαρτυρῶ, χαλκοῦ δραχμὰς χιλίας ἑκατὸν καὶ πεντήκοντα. σφραγισθείσης δὲ τῆς συγγραφῆς τοῦ δανείου ὑπό τε Ἀπολλωνίου καὶ Ζήνωνος καὶ …ἐγγύου τοῦ δανεισαμένου Ζήνωνος καὶ ἐμοῦ καὶ τῶν ἄλλων τῶν συνεπιγραφέντων μοι μαρτύρων ἔδωκέν μοι ὁ Ἀπολλώνιος τὴν συγγραφὴν κυρίαν φυλάσσειν, ἣν ἔχων κυρίαν ἐπιφέρω κυρίαν ἐπὶ τὸ δικαστήριον Ἀπολλωνίωι κατὰ Ζήνωνος. ἔστιν δὲ τῆς συγγραφῆς ἀντίγραφον τόδε τὸ ὑπογεγραμμένον. …