Ancient Greek
P.Trier 1 2
Documentary Papyri, P.Trier 1 2
Not analysed yet
……ὅτι τοῦ ιθ ἔτους μηνὸς …δανεισάμενος παρ' ἐμοῦ χαλκοῦ νομίσματος ὀφθαλμοφανοῦς δραχμὰς Δ τόκου ὡς ἐκ δύο δραχμῶν τὴν μνᾶν τὸν μῆνα ἕκαστον κατὰ συγγραφὴν δανείου ἐφ' ἧς συγγραφοφύλαξ Θεόδωρος καὶ τῆς συγγραφῆς τοῦ δανείου ἄλλα τε διαγορευούσης καὶ ἀποδοῦναί σε ἐμοὶ τὸ δάνειον τοῦτο καὶ τὸν τόκον ἀφ' ἧς ἂν ἡμέρας ἀπαιτηθῆις ἐν ἡμέραις δέκα, ἐὰν δὲ μὴ ἀποδῶις καθὰ γέγραπται, ἀποτεῖσαί σε ἐμοὶ τὸ μὲν δάνειον ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν, σὺ ἀπῃτημένος ὑπ' ἐμοῦ πλειονάκις τὰς Δ δραχμὰς τοῦ χαλκοῦ καὶ τὸν τόκον οὐκ ἀποδέδωκάς μοι καθὰ συνεγράψω, διό σοι δικάζομαι ἐν τῶι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν κληρωτωῖ δικαστηρίωι κατὰ τὴν τοῦ δανείου συγγραφὴν τῶν Δ δραχμῶν τοῦ χαλκοῦ καὶ τῆς τούτων ἡμιολίας χαλκοῦ δραχμῶν Β καὶ τόκου χαλκοῦ δραχμῶν Βψκ, τοῦ παντὸς χαλκοῦ δραχμῶν Ηψκ, τίμημα τῆς δίκης χαλκοῦ δραχμαὶ Ηψκ. τὸ ἀδίκημα ἐγένετο ὅτε ἀπαιτηθεὶς ὑπ' ἐμοῦ τὸ προειρημένον δάνειον καὶ τὸν τόκον οὐκ ἀπέδωκάς μοι. ἔτους κβ ἐφ' ἱερέως Μαρσύου τοῦ Δημητρίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Δημονίκης τῆς Λεοννάτου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀναξιβούλης τῆς Τελέστου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς Ἀπελλαίου. κέκλησαι καὶ τὸ ἔγκλημα δέδωκά σοι ἐνωπίωι ἔτους κβ μηνὸς …υ. κλήτορες· ……ν τῆς ἐπιγονῆς …ἔτους κβ …ρ κβ. ἔγκλημα τοῦ δεῖνος πρὸς τὸν δεῖνα δραχμῶν Ηψκ