Ancient Greek
P.Trier 1 4
Documentary Papyri, P.Trier 1 4
Not analysed yet
ἐτῶν …χρως τετανὸς oὐλὴ μετώπωι μέσωι. Ἀντίγονος Μακεδὼν τῶν Εὐκράτους τῆς τρίτης ἱππαρχίας ὀγδοηκοντάρουρος, καθὰ συνήλλαξα Ἀντίγονος Μακεδὼν τῶν …τῆς αὐτῆς ἱππαρχίας ὀγδοηκοντάρουρος …τῶν …οντος ἰδιώτηι, καθὰ δὲ συνήλλαξεν τῶν …,ὅτι τοῦ ιθ ἔτους μηνὸς Περιτίου δανεισάμενος παρ’ ἐμοῦ ἀράκου ἀρτάβας ε κατὰ συγγραφὴν δανείου ἧς συγγραφοφύλαξ Ἡγησίνικος, ἐφ’ ἧς ἐπεγράφη σοῦ ἔγγυος τῶν κατὰ τὴν συγγραφὴν εἰς ἔκτισιν Δίδυμος Μακεδὼν τῶν Αὐτομέδοντος ἰδιώτης, καθὰ δὲ συνήλλαξεν τῶν Πε…άρουρος καὶ τῆς συγγραφῆς τοῦ δανείου ἄλλα τε διαγορευούσης καὶ ἀποδοῦναί σε μοι τὸν ἄρακον τοῦτον ἐν μηνὶ Αἰγυπτίων …· ἐὰν δὲ μὴ ἀποδῶις καθὰ γέγραπται ἀποτεῖσαί σε τῆς ἀρτάβης ἑκάστης τοῦ ἀράκου δραχμὰς σ ἢ ὅσωι ἂν πλείονος πωληθῇ ἐν τῆι ἐν Ἡρακλέους πόλει ἀγορᾶι, καὶ τοῦ κατὰ τὴν συγγραφὴν χρόνου διελθόντος καὶ πολλοῦ πλείονος ἐπιγεγονότος ἀπηιτημένος ὑπ’ ἐμοῦ καὶ πλεονάκις τὰς ε ἀρτάβας τοῦ ἀράκου οὐκ ἀποδέδωκάς μοι, διό σοι δικάζομαι ἐν τῶι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν κληρωτῶι δικαστηρίωι κατὰ τὴν τοῦ δανείου συγγραφὴν τῶν Α δραχμῶν τῆς τοῦ ἀράκου τιμῆς ἑκάστης ἀρτάβης ὅσου πωλεῖται …ἐν τῆι ἐν Ἡρακλέους πόλει ἀγορᾶι χαλκοῦ νομίσματος δραχμῶν μυριάδα α Ϛ, τοῦ παντὸς χαλκοῦ νομίσματος δραχμῶν μυριάδων η. τίμημα τῆς δίκης χαλκοῦ νομίσματος δραχμῶν μυριάδων η. τὸ ἀδίκημα ἐγένετο ὅτε ἀπαιτηθεὶς ὑπ’ ἐμοῦ τὸν προειρημένον ἄρακον οὐκ ἀπέδωκάς μοι. ἔτους κβ ἐφ’ ἱερέως Μαρσύου τοῦ Δημητρίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Δημονίκης τῆς Λεοννάτου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀναξιβούλης τῆς Τελέστου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου μηνὸς …υ… κέκλησαι δὲ καὶ τὸ ἔγκλημα δέδωκά σοι ἐνωπίωι ἔτους κβ μηνὸς …ἔτους κβ Ἀρτεμισίου κ… Ἁθὺρ κ… ἔγκλημα Αντιγόνου πρὸς …δραχμῶν μυριάδων η