Ancient Greek
P.Trier 1 6
Documentary Papyri, P.Trier 1 6
Not analysed yet
…Πτολεµαίωι …υ…ουσι …ι… καθὰ συνήλλαξας. ὅτι τοῦ κα ἔτους µηνὸς ……ου ιγ δανεισάµενος πυρῶν ἀρτάβας η κατὰ συγγραφὴν δανείου, ἐφ’ ἧς συγγραφοφύλαξ Περιγένης, καὶ τῆς συγγραφῆς τοῦ δανείου ἄλλα τε διασαφούσης καὶ ἀποδοῦναί σε ἐµοὶ τὸν σῖτον τοῦτον ἐµ µηνὶ Αἰγυπτίων Πα… τοῦ αὐτοῦ ἔτους, ἐὰν δὲ µὴ ἀποδῷς καθὰ γέγραπται ἀποτεῖσαί σε ἐµοὶ τιµὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς τοε ,καὶ τοῦ κατὰ τὴν συγγραφὴν χρόνου διελθόντος οὐκ ἀποδέδωκάς µοι τὸν σῖτον ἀπηιτηµένος ὑπ’ ἐµοῦ οὐδὲ τὰς τοε δραχµάς, διό σοι δικάζοµαι ἐν τῶι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέµφιν κληρωτῶι δικαστηρίωι κατὰ τὴν τοῦ δανείου συγγραφὴν τῆς τιµῆς τῶν πυρῶν τούτων ἑκάστης ἀρτάβης δραχμὰς τοε, τοῦ παντὸς δραχμῶν Γ. τίµηµα τῆς δίκης χαλκοῦ δραχμῶν Γ. τὸ ἀδίκηµα ἐγένετο ὅτε ἀπαιτηθεὶς ὑπ’ ἐµοῦ τὰς Γ δραχμὰς τοῦ χαλκοῦ οὐκ ἀπέδωκάς µοι. ἔτους κβ ἐφ’ ἱερέως Μαρσύου τοῦ Δηµητρίου Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν …ἔτους κβ …Ἐπεὶφ ε. ἔγκληµα τοῦ δεῖνος …πρὸς Πτολεµαῖον δραχµῶν Γ