Ancient Greek
15.iv.85 to 15.iv.101
Documentary Papyri, P.Trier 2 15.iv.85-101
Not analysed yet
παρακεκομισμένον τὸ ὑποκείμενον πρόσταγμα. „Διονυσίωι. πρὸς τὴν παρὰ σοῦ εἴσδοσιν περὶ τοῦ ἐνίους ἀξιοῦν περὶ ὀψωνίων καὶ προσθεμάτων, ὡς παραχρῆμα τῆς δόσεως ἐσομένης ἀναφέρειν οὖν τοὺς περὶ τῶν τοιούτων ὑπάρχοντας χρηματισμοὺς καὶ ἵνʼ, ἐὰν φαίνηται, μάλιστα μὲν παραιτῶνται οἱ ἀξιοῦντες, εἰ δὲ μήτε προσταγῆι τοῖς γραμματεῦσι τῶν δυνάμεων ποιεῖν ἀκολούθως οἷς διεσάφεις ταύτης δ’ ἐχούσης χρηματισμόν. “προστέτακται ἔτους κε Ἐπεὶφ β ὑπὸ δὲ σοῦ παρεπιγεγραμμένον· τοῖς γραμματεῦσι. κατακολουθεῖν. ἐπεὶφ δ. τῶν δὲ προκειμένων προσταγμάτων ἐχόντων τὸν ὑποδεδειγμένον τρόπον, τοῦ δὲ Πτολεμαίου γράφοντος ἐπεσταλκέναι Φίλωνι τῶι γραμματεῖ, ὡς ἂν προσαγγείληι ὁ σημαινόμενος Ἀντίφιλος τὰς χώρας, τιθέναι τὰ διασαφούμενα καὶ διασαφῆσαι, ἀφʼ ὧν ἄν τε χωρῶν τιθῆται καὶ ἀφʼ οὗ χρόνου, ἀναφέρομεν.