Ancient Greek
P.Turner 18
Documentary Papyri, P.Turner 18
Not analysed yet
Πετρώνιος Οὐάλης Πτολεμαίωι τῶι τιμιωτάτωι πατρὶ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν ὡς καὶ ἐπʼ Ἀλεξανδρείας ηὐξάμην παρὰ τῷ Σαράπιδι διαμεῖναί σε εἰς πολλὰ ἔτη ἕως αὐξήσας ἀποδώσω τὰς χάριτας· ἄξιος εἶ γὰρ τούτων ἀγαθῶν. γινώσκειν δέ σε θέλω ὅτι τῆι εἰκάδι ἐγενόμην εἰς παρενβολὴν πρὸ δέκα ἡμερῶν τοῦ κομμεάτου μου. ἐρωτῶ οὖν σε, πάτερ, ἵνα ἀναγκάσῃς Αλιμαν διῶξαι τὰ ἱμάτια καὶ δώσεις αὐτῇ ἀξίαν σου πορφύραν κατὰ χιτῶνα μόνον ἐπειδὴ πρὸς ὀψώνιον …υ. τὸ οὖν παρεχόμενον ἀξιῶ …· ἐλπίζω γὰρ τοῦ κυρίου Σαράπιδος θέλοντος προκόψαι καὶ ἀποδώσω …τας. πέμψω δέ σοι διὰ Ν… …υτος καὶ ἐρινᾶ ……αι παν… …να… …ν Σαβῖνον. γίνωσκε δὲ ὅτι ἔλαβόν σοι ξ… …λε…ικον. μὴ οὖν ἄλλως ποιήσῃς ἵνα ……ἔτους …Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου μηνὸς Γερμανικοῦ κε. …ἀπόδος Πτολεμαίῳ πατρί.