Ancient Greek
P.Turner 20
Documentary Papyri, P.Turner 20
Not analysed yet
ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Ἁθὺρ β. Εὐήμερος Σαβείνου καὶ μέτοχοι σιτολόγοι Τεπτύνεως καὶ ἄλλων κωμῶν μεμετρήμεθα ἀπὸ γενήματος ἑκκαιδεκάτου ἔτους εἰς Διογ τὸν καὶ Καπιτωλῖνον Γαλάτου γενόμενον σιτολόγον τῆς αὐτῆς κώμης εἰς τὰ ἀπὸ χειρισμοῦ ιδ ἔτους Τραιανοῦ πυροῦ μέτρωι δημοσίῳ ἀρτάβας τέσσαρας ἥμισυ γίνονται πυροῦ ἀρτάβαι δ 𐅵,κριθῆς τριάκοντα ἥμισυ τέταρτον γίνονται κριθῆς ἀρτάβαι λ 𐅵δ Εὐήμερος σεσημείωμαι πυροῦ ἀρτάβας τέσσαρας ἥμισυ ,κριθῆς ἀρτάβας τριάκοντα ἥμισυ τέταρτον .