Ancient Greek
P.Turner 25
Documentary Papyri, P.Turner 25
Not analysed yet
ἐμίσθωσεν Σαραπίων Ἱέρακος μητρὸς Ἀρσινόης ἀπʼ Ὀξυρύγχων πόλεως Φιλοξένῳ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως καὶ Ὥρῳ Πτολλᾶτος ἀπὸ Σερύφεως καὶ Εὐτύχῳ τῷ καὶ Οὐίτλῳ Νώφριος ἀπὸ τοῦ Ἐπισήμου τοῖς τρισὶ πρὸς μόνον τὸ ἐνεστὸς ἔτος τὴν ἄγραν τοῦ παντὸς ἰχθύος τοῦ ὄντος ἐν τοῖς ὑπάρχουσι αὐτῷ περὶ τὴν αὐτὴν Σερῦφιν ἐκ τοῦ Κράτητος κλήρου λάγκοις φόρου ἀργυρίου δραχμῶν ἑκατὸν ἑβδομήκοντα δύο καὶ ὑπὲρ ὀψολογίου δραχμὰς ὀκτώ ,ἃς αὐτόθι ὁμολογεῖ ὁ Σαραπίων ἀπεσχηκέναι ἐκ πλήρους παρὰ τῶν μεμισθωμένων ἅμα τῇ μισθώσει γραφομένῃ τὰς συναγομένας δραχμὰς ἑκατὸν ὀγδοήκοντα ,τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν Σαραπίωνα. βεβαιουμένης δὲ τῆς μισθώσεως κυρία ἡ μισθοαποχή. ἔτους β τῶν κυρίων Σεβαστῶν Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου, Τῦβι β. Φιλόξενος Ἀπολλωνίου καὶ Ὧρος Πτολλᾶτος καὶ Εὔτυχος ὁ καὶ Οὐίτλος μεμισθώμεθα τὴν ἄγραν καὶ αὐτόθι δεδώκαμεν τὸν φόρον ἐκ πλήρους τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν ὀγδοήκοντα ὡς πρόκειται. Σαρᾶς Φιλοξένου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. ἀποχὴ …ἄγρας τοῦ β ἔτους φόρου δραχμῶν ρπ