Ancient Greek
P.Turner 33
Documentary Papyri, P.Turner 33
Not analysed yet
Αὐρηλία Ἀπία διʼ Ε… γραμματέως Ἡρᾷ γεωργῷ χαίρειν. ἔσχον παρὰ σοῦ ὑπὲρ λόγου ἀργυρικοῦ τοῦ διελθόντος ιη ἔτους ἐπὶ λόγου δραχμὰς ρμη ὑπὲρ ὧν γεωργεῖς σὺν Δίῳ τῷ ἑτέρῳ γεωργῷ ἐδαφῶν αὐτῆς περὶ Μερμέρθα μένοντός μοι τοῦ λόγου περὶ ὧν ὀφείλεις σὺν τῷ Δίῳ γεωργῷ λοιπῶν φόρων καὶ ἐκφορίων τοῦ τε ιη ἔτους καὶ τῶν ἀνὰ χεῖρα χρόνων. ιθ ἔτους Σεουήρου καὶ Ἀντωνείνου καὶ Γέτα Εὐσεβῶν Σεβαστῶν Φαμενὼθ ιζ