Ancient Greek
P.Turner 37
Documentary Papyri, P.Turner 37
Not analysed yet
Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Εὐσεβίῳ Ἀλεξανδρεῖ καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Δείου Σερήνου ἀπὸ ἀμφόδου Γυμνασείου. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Ταμείων οἰκίαν ἄντικρυς θεοῦ Σαραπάμμωνος, ἐν ᾗ ἐργαστήρια τρία ἐπὶ πλατεῖαν καὶ πλάγια δύο ,ἐπὶ χρόνον ἔτη τρία ἀπὸ τοῦ ὄντος μηνὸς Μεσορὴ ἐνοικίου ὅλης τῆς οἰκίας κατὰ μῆνα ἕκαστον δραχμῶν ὀγδοήκοντα ,καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον, καὶ τὸ ἐνοίκιον ἀποδώσω κατὰ μῆνα ἕκαστον τῇ θ ἀκοιλάντως, τῆς προσδεηθείσης ἐκ καινῆς ἀνοικοδομῆς οὔσης πρὸς σὲ τὸν κτήτορα, τῆς δὲ ἐπιμελείας καὶ φροντίδος πρὸς ἐμὲ τὸν μισθούμενον, καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν οἰκίαν σὺν ταῖς ἐφεστώσαις θύραις πάσαις καὶ κλεισί, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σαραπίων ὁ καὶ Εὐσέβιος μεμίσθωκα ὡς πρόκειται. ἔτους β τοῦ κυρίου ἡμῶν Κλαυδίου Σεβαστοῦ Μεσορὴ κη.