Ancient Greek
P.Turner 54
Documentary Papyri, P.Turner 54
Not analysed yet
ἀββᾷ Ἰωάννῃ τῷ θεοφιλεστάτῳ στυλίτῃ Αὐρήλιος Θεόφιλος υἱὸς τοῦ …Κολλούθου χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν φρικωδέστατον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρὰ τῇ ὑμετέρᾳ θεοφιλίᾳ Ἰωσῆφιν ὀνηλάτην ἐπὶ χρόνον μηνῶν ἓξ ἀριθμουμένων ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Φαμενὼθ τῆς παρούσης τετάρτης ἰνδικτίονος ἐφʼ ᾧ τὸν αὐτὸν Ἰωσῆφιν βαλεῖν τρεῖς φορὰς ὕδατος εἰς τὸ ὑμέτερον εὐαγὲς μοναστήριον ἡμερουσίως ἀπὸ τεσσάρων λαγυνίων …αὐτὸν ἐπληρώθη παρὰ τῆς ὑμετέρας θεοφιλίας τὸν μισθὸν τῶν αὐτῶν ἓξ μηνῶν, εἰ δὲ ἀμελήσει ὁ αὐτὸς εἰρημένος Ἰωσῆφις βαλεῖν τὰς αὐτὰς τρεῖς φορὰς ὕδατος ἡμερουσίως εἰς τὸ αὐτὸ εὐαγὲς μοναστήριον ἄχρι συμπληρώσεως τῶν αὐτῶν ἓξ μηνῶν ὁμολογῶ παρασχεῖν τῇ ὑμετέρᾳ θεοφιλίᾳ καθʼ ἑκάστην ἡμέραν κεράτιον ἓν δίχα κρίσεως καὶ δίκης, καὶ εἰς ὑμετέραν ἀσφάλειαν ταύτην αὐτῇ πεποίημαι τὴν παροῦσαν ἐγγύην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος, ὡς πρόκειται. ἐγράφη Μεχεὶρ κ ἰνδικτίονος δ. …απο… Κολλούθου μαρτυρῶ τῇ ἐγγύῃ ……ὁμολογία γεναμένη …ὑπὲρ Ἰωσηφίου ὀνηλάτου