Ancient Greek
P.Vars. 10
Documentary Papyri, P.Vars. 10col3
Not analysed yet
Σοῦχος ὁ καὶ Ἀγαθὸς Δαίμων σεσημείωμαι ιθ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ ϛ. Ἰσιδώρῳ καὶ Μ… Τανιτῶν καὶ Ἀρσινοῶν νομῶν βιβλιοφύλαξιν ἐνκτήσεων παρὰ Πρωτοῦτος Ἡρακλᾶ τοῦ Ἡρώδου μητρὸς Ταόρσεως ἀπὸ κώμης Τεβτύνεως τῆς Πολέμωνος μερίδος μετὰ κυρίου καὶ ἐνγύου εἰς ἔκτισιν τοῦ συνγενοῦς Εὐτύχου Πτολεμαίου τοῦ Πτολεμαίου. ἃς ἀπεγραψάμην διὰ τῶν προτέρων βιβλιοφυλάκων μετὰ προθεσμίαν περὶ κώμην Τεβτῦνιν κλήρου κατοικικοῦ ἀρούρας δύο καὶ μαχιμικοῦ ἄρουραν μίαν τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας τρεῖς κοινὰς ἀπὸ ἀρουρῶν πέντε ,βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως ὑπαλλάξαι Λαμπροτύχῃ ἀπελευθέρᾳ Ἡρακλοῦτος τῆς καὶ Θερμουθαρίου Διδύμου πρὸς τὰς εἰς χρῆσίν μου παρʼ αὐτῆς κατὰ δημόσιον δάνειον ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας τριακοσίας ἑξήκοντα καὶ τόκους δραχμιαίους ἑκάστῃ μνᾷ τὸν μῆνα. διὸ ἐπιδίδωμι ὅπως εἰς τὸ μὴ συνχρηματίζεσθαι διὰ τοῦ τῆς Τεβτύνεως οἰκονόμου τῷ ἐπιστάτει γραφείου οὗτος ὁ χρηματισμὸς κατὰ τῶν προκειμένων ἀλληλεγγύων καὶ ἐπήνεγκα ἀποχήν, μὴ ἐλαττουμένης τῆς Λαμπροτύχης ὑπὲρ ὧν ἄλλων ὀφείλω αὐτῇ καθʼ ἕτερον δάνειον ἀργυρίου κεφαλαίου δραχμῶν ἐνακοσίων καὶ τῶν ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς τόκων. Πρωτοῦς Ἡρακλᾶ τοῦ Ἡρώδου μετὰ κυρίου καὶ ἐνγύου εἰς ἔκτισιν τοῦ συνγενοῦς Εὐτύχου Πτολεμαίου τοῦ Πτολεμαίου ἐπιδέδωκα τὸ τῆς ὑπαλλαγῆς ὑπόμνημα τῶν τοῦ κλήρου κατοικικοῦ ἀρουρῶν δύο καὶ μαχιμικοῦ ἀρούρης μιᾶς τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν τριῶν περὶ Τεβτῦνιν πάντα τοῦ κεφαλαίου πρὸς τὰς δραχμὰς χιλίας τριακοσίας ἑξήκοντα τόκου δραχμ…ου ἑκάστῃ μνᾷ κατὰ μῆνα, μὴ ἐλαττουμένης τῆς Λαμπροτύχης ὑπὲρ ὧν ἄλλων ὀφείλωαὐτῇ κεφαλαίου δραχμῶν ἐνακοσίων καὶ τῶν ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς τόκων καθὼς πρόκιται. Μένχος ἔγραψα καὶ ὑπὲρ τῆς Πρωτοῦτος ἀγραμμάτου. ἔτους ιθ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ ϛ. ἀντίγραφον Τανιτῶν καὶ Ἀρσινοῶν νομῶν διαστρώματος ἐνκτήσεων πρόκιται. ἔτους ιθ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὸς Ἁδριανοῦ ϛ.