Ancient Greek
P.Vet.Aelii 10
Documentary Papyri, P.Vet.Aelii 10
Not analysed yet
……sespi…iscipl… praesentium …III …vero II cons …ἐπάρχωι Αἰγύπτου ἐπάρχωι Αἰγύπτου παρὰ Αἰλίου Συρίωνος παλαιστρατιώτου τῶν ἐντίμως ἀπολελυμένων ἐξ ὀπτίωνος λεγεῶνος. περὶ τῶν κατ’ ἐμοῦ …υ τετολμημένων, δέσποτα ἡγεμών, ἕτερον δικαστὴν μὴ διαλαμβάνειν …ἡγεμονίας φανερόν ἐστιν ἐκ τῶν δωρηθέντων ἡμῖν τοῖς οὐετρανοῖς καὶ …προσκυνητέων θεσπισμάτων. ὅθεν προσέρχομαι αὐτὸς ἀξιῶν τῆς ἀπὸ …κρίσεως τυχεῖν. ἔχει δὲ οὕτως· καταμείναντός μου, κύριε, ἐν τῷ Ἡρακλεοπολίτῃ ἐνταῦθα, καὶ πρo …ν… ἐπιμελουμένου ἐκ τῶν τῆς γῆς ἔργων …ἐκ χρησιμότητος …οτε δωνατίβων καὶ ὀψωνίων καὶ τῶν …,ἔτυχεν Αὐρηλίους …ναν Πτολεμαίου Α…εα καὶ Νεμεσιανὸν Σαρα…νιον τὸν καὶ Νικα… Ἀμμωνίου καὶ Νεμεσάμμωνα καὶ Ἡρακλείδην …Νινναρᾶ… ἀπὸ τῆς προειρημένης Ἡρακλέους πόλεως προσελθεῖν μοι …παρ’ ἐμοῦ εἰς ἰδίαν χρείαν ἀρτάβας οὐκ ὀλίγας ἐν τε πυρῷ καὶ λαχανοσπέρμῳ …ω αὐτῶν κα…ι ὑπὲρ τῆς ἐμῆς ἀσφαλείας ἰδιογράφοις γραμμα… …ἐν τῷ διωρισμένῳ χρόνῳ πρὸς τὴν ἀπόδοσιν, καὶ τῆς προθεσμίας ἐνστάσης, …ων τε αὐτ… οὐκ εἶδον ὡς οἱ ἐκ τῶν ἐναντίων ἐμοῦ …οὐετρανοῦ κα… βίον, τὸ αὐτὸ π… μὴ ἐπισταμένου μου ἐπελθ… …σεσοβημέ…κται …μην αὐτοὺς κώθωνας, καθεστὼς …πόλεως τω…ων πρωτοβαθριτῶν θεάτρου, oὐ μὴν ἀλλὰ καὶ …εις αὐτῶν …κώθωνας καὶ ποιοῦσιν. ἐζητήθη ὑπὸ τῆς …ον οὐκ ἐβουλήθησαν μετρηθῆναι αὐτοῖς ὑπ’ ἐμοῦ ἐν τε πυρῷ καὶ λαχανοσπέρμῳ …ω μόνῳ …καὶ δίκας ἐπάγειν ἂν εἰς ἐμὲ τòν οὐετρα- νόν …ἐναντίον τολμήσαντες τοιγαροῦν τῶν προτεταγμένων προσκυνητέων …ων γραμμάτων τοῦ μήτε ὑβρίζεσθαι ἢ τύπτεσθαι. ὅθεν κατὰ τὸ ἀναγκαῖον ἀνάγκην ἔσχον προσδραμεῖν σοι τῷ κυρίῳ, ἀκολούθως τοῖς προτεταγμένοις …γράμμασιν, ἐξιστορῶν τὰ τετολμημένα κατ’ ἐμοῦ, καὶ ὡς οὗτοι ἐκ τῆς …συμφωνίας λόγον οὔτε τοῦ ἐκεῖσε στρατηγοῦ ἀλλὰ μηδὲ τῶν μειζόνων ἔχουσιν …καὶ τοῦ ἀγῶνος οὐδενὸς ἑτέρου δικαστοῦ τυγχάνοντος, ὡς προτέτακται, …ἀκοῦσαί μου πρὸς αὐτοὺς εἰς τὸ δύνασθαί με ἐκδικηθέντα ὑπὸ σοῦ …καὶ ἀπολαβόντα πλήρης τὸ ἴδιον διὰ παντὸς τῇ τύχῃ σου εὐχαριστεῖν. διευτύχει. Αἴλιος Συρίων οὐετρανὸς ἐπιδέδωκα. …αθ… ἔντυχέ μοι δικάζοντι. recognovi κόλλημα …ζ τόμου α