Ancient Greek
P.Vet.Aelii 13
Documentary Papyri, P.Vet.Aelii 13
Not analysed yet
Σεπτιμίῳ Ἑρμίᾳ τῷ καὶ Ἑρμαΐσκῳ ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Αἰλίου Συρίωνος οὐετρανοῦ τῶν ἐντίμως ἀπολυθέντων. τοῦ προειμένου μοι μοναχοῦ διαγράφου ἀποχῆς ἀντίγραφον ὑπόκειται· Αὐρήλιος Σαραπόδωρος γυμνασιαρχήσας βουλευτὴς Ἡρακλεοπόλεως Αἰλίῳ Συρίωνι οὐετρανῷ γεουχοῦντι ἐν κώμῃ Ἀγκυρώνων διὰ Νικήτου ἀπελευθέρου. ὁμολογῶ ἐκδεδόσθαι σοι τὴν ἀποχὴν καὶ ἀπεσχηκέναι παρὰ σοῦ ἃς ἐδάνεισά σοι τῷ Συρίωνι διὰ χειρογράφων δύο δραχμὰς …καὶ μηδέν σοι ἐγκαλεῖν καὶ μὴ ἐγκαλέσειν μηδὲ περὶ τούτων μηδὲ ἐπελεύσεσθαι περὶ ἄλλου …ἁπλῶς …νο…πεν… …τοῦτο δὲ ……ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλει ……ὑπὲρ ἑκάστου τῶν χειρογράφων ……υ τοῦ τέλους καὶ ἀξιῶ ἀναλαβόντας ……τῆς ἀποχῆς παρ’ ἐμοῦ ……αὐτὸ ἰδιόγραφον τοῦ ……συγκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι ……βιβλιοθήκην, τούτου δὲ τὸ ἴσον ……πρὸς τὸ μένειν μοι τὰ ἀπ’ αὐτοῦ ……ὡς ἀπὸ δημοσίου χρηματισμοῦ …ἀντίγραφον ἀποχῆς.