Ancient Greek
P.Vet.Aelii 16
Documentary Papyri, P.Vet.Aelii 16
Not analysed yet
Αὐρήλιοι Παθατρῆς Α… μητρὸς Καινῆς ἀπὸ Ἀγκυρώνων καὶ Ἀναμοῦνις Αλ… μητρὸς Σουήριος ἀπὸ …ρεως τοῦ Ἑρμουπολίτου Αἰλίῳ Συρίωνι οὐετρανῷ γεουχοῦντι ἐν τῇ προκειμένῃ Ἀγκυρώνων ὑπομισθωτῇ Μεσσαλινιανῆς οὐσίας χαίρειν. μεμισθώμεθα παρὰ σοῦ ἀπὸ ἐδαφῶν τῆς προκειμένης οὐσίας περὶ …σει ἐκ τοῦ Μενελάου κλήρου ἀρούρας ἑξήκοντα ἐννέα πρὸς μόνον τὸ ἐνεστὸς ε ἔτος Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου εἰς σπορὰν ὧν ἐὰν αἱρώμεθα γενῶν φόρου ἀποτάκτου τῆς μὲν σῆς ἡμισείας λαχανοσπέρμου ἀρταβῶν εἴκοσι πέντε, τῆς δὲ τοῦ πρὸ ὑμῶν ὑπομισθωτοῦ Αὐρηλίου Ἑρμανουβᾶ …μ… καὶ πυροῦ ἀρταβῶν τριάκον -τα μέτρῳ δημοσίῳ καὶ τὸ μὲν λάχανον σοὶ παραδώσομεν, τὸν δὲ πυρὸν τοῖς τῆς οὐσίας σιτολογοπράκτορσι σὺν ταῖς ἐθίμοις ἑκατοσταῖς, ἀπὸ δὲ τῆς ξυλείας δώσομέν σοι ξύλων δέσμας πεντήκοντα. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ι…. Αὐρήλιοι Παθατρῆς Α …ν… μητρὸς Καινῆς ἀπὸ Ἀγκυρώνων καὶ Ἀναμοῦνις Αλ… Παθατρῆς