Ancient Greek
P.Vet.Aelii 3
Documentary Papyri, P.Vet.Aelii 3
Not analysed yet
Αὐρηλίῳ Ἱέρακι τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Ἡρακλεοπολίτου …ου ἐπακολουθοῦντος Αὐρηλίου Σαραπ… …ὑπηρέτου Αἴλιος Σαραπάμμων οὐετρανὸς τῶν ἐντίμως ἀπολυθέντων ἀπὸ σημειοφόρων λεγιῶνος β Τραιανῆς Γερμανικῆς Ἀντωνινιανῆς Ἰσχυρᾶς. ὀμνύω τὴν Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ τύχην ἐν ἡμέραις τριάκοντα, λ, ἀπαντῆσαι εἰς Ἀλεξάνδρειαν καὶ προσκαρτερῆσαι τῷ λαμπροτάτῳ ἡμῶν ἡγεμόνι Γεμινίῳ Χρήστῳ ἄχρις ἂν τὰ μεταξὺ ἐμοῦ καὶ …τυ…ωνος πέρας λάβῃ καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ.