Ancient Greek
1.1 to 1.25
Documentary Papyri, P.Vind.Bosw. 1.1-25
Not analysed yet
τῷ δεῖνι …παρὰ …ν ἑτέρου Στοτοήτιος τοῦ Στοτοήτιος πρεσβυτέρου καὶ Ὥρου τοῦ δεῖνος καὶ τοῦ δεῖνος τοῦ δεῖνος καὶ τοῦ δεῖνος τοῦ Τεσενούφεως καὶ Ὥρου τοῦ Σαταβοῦτος καὶ Ὥρου τοῦ Στοτοήτιος …τῶν ἓξ ἱερέων τοῦ ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμηι Νείλου πόλεως τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ Ἴσιδος Νεφερσῆτος καὶ Ἴσιδος Νεφρέμμιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν. τῆς τῶν θεῶν προφητείας ἤδη ἐκ παλαιῶν χρόνων ἡμετέρας οὔσης τῶι περὶ τούτων δικαιώματι …υ…ως ὑπὲρ τούτου τῷ γεναμένῳ προφήτῃ …χθη π… δραχμὰς σοϛ ἀντὶ τῶν ἱερατικῶν τάξεων ἀντὶ ὧν ἐδεδώκεσαν εἰς τὸν φίσκον δραχμὰς ξε ὀβολὸν καὶ ἔδοσαν τῶν ὑπομνηματισμῶν ὧν χρόνος ἔτους ἕκτου Κλαυδίου μηνὸς Καισαρείου α ἀντίγραφα οἳ ἀπεφήναντο ἀνήκειν τὰς προφητείας καὶ λεσωνείας αὐτοῖς δεδομένων ὡς πρόκειται ταλάντων γ, …ενου… ἑκάστου ἀνδρὸς δραχμὰς ξε ὀβολὸν καὶ ὑπὲρ λεσωνείας δραχμὰς ιβ καὶ εἰς τὸν ἴδιον λόγον …ομ… εἰς τὸ δημόσιον ὑπὲρ εἰσκριτικοῦ δραχμὰς ξε ὀβολὸν καὶ ὑπὲρ τῆς λεσωνείας δραχμὰς ιβ …διαγράφοντες τὰς ἑσταμένας ἐπὶ τὸ αὐτὸ δραχμὰς οζ ὀβολὸν. τοῦ δὲ τῆς μερίδος στρατηγοῦ …ος τὸ ὑπογεγραμμένον ε…ως ἐξ ἡμῶν ἄνδρες ι εἰσελθόντες εἰς τὸν κράτιστον πρὸς τῷ ἰδίῳ λόγῳ ἠξίουν ἐξετασθῆναι πότερον πραταὶ αἱ τάξεις εἰσὶν ἢ ἐπὶ εἰσκριτικῷ παραδοθῆναι ὀφείλουσιν, καὶ ὁ δεῖνα ὁ πρὸς τῶι ἰδίωι λόγωι τῷ ζ ἔτει ὑπέγραψεν τὸν βασιλικὸν γραμματέα ἐξετάσαι τοῦτο· τοῦ δὲ βασιλικοῦ γραμματέως τὴν ἡμέραν διαδηλώσαντος ἡγουμένους καὶ πρεσβυτέρους ἡμῶν ἄνδρας ιδ ἐστείλαμεν ὡς ἀποδείξοντας μὴ εἶναι τὰς δηλουμένας τάξεις πρατάς, ἀλλʼ ἐπικρατεῖσθαι κατὰ διαδοχὴν γονέων ἐπὶ τῶι ὡρισμένωι εἰσκριτικῶι ἀκολούθως οἷς παρεθέμεθα αὐτῶι τοῦ Τουλλίου Σαβείνου ὑπομνηματισμοῖς ὃ γέγραπται ἔτους ϛ Κλαυδίου μηνὸς Καισαρείου α, τοὺς δὲ γεναμένους αὐτοῦ ὑπομνηματισμοὺς ἐπεσκεμμένους ἐπέδειξαν εἶναι καὶ κατακεχωρισμένους ἐν τῇ ἐν Πατρικοῖς βιβλιοθήκῃ αρ…ια …ιν καὶ …υμενος ὑπομνηματισμὸς ἐξ οὗ οὐκ ἠδυνήθημεν …ἡγεμονικοὶ ἄνδρες ἐφʼ ἑτέρων πραγμάτων ἐκέλευσαν …ἐπιφερομένους ὑπὸ αὐτοῦ ὑπομνηματισμοὺς περὶ τοῦ γεγονέναι πράσεις …μένων παρʼ ἡμῖν …ὑπομνηματισμῶν καὶ τῶν τοῦ …ν μεχρὶ τοῦ νῦν. ἐάν σοι δόξηι κατὰ τὴν συνήθειαν φυλάξαι τὰς προσηκούσας ἡμῖν τάξεις …ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.