Ancient Greek
P.Vind.Bosw. 2
Documentary Papyri, P.Vind.Bosw. 2
Not analysed yet
ἔτους ε Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν. Αὐρηλία Σαραπιὰς χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη ἐπιδέδωκα. Αὐρήλιος Θεόδωρος ὁ καὶ Ἡράκλιος συνδικήσας βουλευτὴς Ἡρακλέους πόλεως ἐπιδέδωκα. Αὐρήλιος Ἀμμωνιανὸς ὁ καὶ Ἡρακλαντίνοος Ἀντινοεὺς Ἡρακλίου Σύρου γενομένου βουλευτοῦ Σαβείνιος ὁ καὶ Γαμηλιεὺς γνωστεύω πρὸς ἀπαρχὴν τὸν τῶν προγεγραμμένων γονέων υἱὸν Μάρκον Αὐρήλιον Μυρτίλον τὸν καὶ Θεόδωρον ἡμερῶν κε ὡς πρόκιται. Αὐρήλιος Φιλαντίνοος Εὐδαίμονος Λουκίου Τραϊάνιος ὁ καὶ Ἀρίστιος γνωστεύω τὸν τῶν προγεγραμμένων γονέων υἱὸν Μάρκον Αὐρήλιον Μυρτίλον τὸν καὶ Θεόδωρον ἡμερῶν εἴκοσι πέντε ὡς πρόκιται. Αὐρήλιος Ἀδραστίων ὁ καὶ Σαράμμων Ἀπολλωνίου Τραϊάνιος ὁ καὶ Ἀρίστιος γνωστεύω τὸν τῶν προκειμένων γονέων υἱὸν Μάρκον Αὐρήλιον Μυρτίλον τὸν καὶ Θεόδωρον ἡμερῶν κε ὡς πρόκιται.