Ancient Greek
P.Vind.Bosw. 7
Documentary Papyri, P.Vind.Bosw. 7
Not analysed yet
ἔτους τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου …Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ἐφʼ ἱερέων τῶν ὄντων ἐν Ἀλεξανδρείᾳ καὶ τῶν ἄλλων τῶν γραφομένων κοινῶν μηνὸς Γορπιαίου Ἐπεὶφ ὀγδόῃ. διʼ ἐπιτηρητῶν ἀγορανομίας Κωίτου κάτω τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου. ἐπρίατο Αὐρηλία Ἡραῒς ἡ καὶ Κλαυδία …ιου Ἰουλίου Ἀρτεμιδώρου Ἀντινοὶς ὡς ἐτῶν ἑξήκοντα δύο μελίχρους, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Αὐρηλίου Διοσκόρου Ἀντινοέως καὶ ὡς χρηματίζει ὡς ἐτῶν εἴκοσι πέντε ἀσήμου, τοῦ καὶ ὑπὲρ αὐτῆς γράφοντος καθυπογραφούσης, παρὰ Αὐρηλίας Ταλβαύιος Νεχθανούπιος μητρὸς Ταλβιαίσιος ἀπὸ κώμης Ναρμούθεως τοῦ Ἀρσινοΐτου νομοῦ, ὡς ἐτῶν τεσσαράκοντα τριῶν μελιχρόου, μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμογνησίου ἀδελφοῦ Ἀπολλωνίου ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ ἀντικνημίῳ δεξιῷ τοῦ καὶ ὑπὲρ αὐτῆς γράφοντος γράμματα μὴ εἰδυίας, ἣν καὶ αὐτὴ ἐπρίατο τῷ διεληλυθότι τρίτῳ ἔτει μηνὶ Τῦβι διʼ ἐπιτηρητῶν ἀγορανομίας Ἀγήματος παρὰ Αὐρηλίας Εἰσαροῦτος …υ μητρὸς Ἑλένης Ἀντινοίδος, ἣν καὶ αὐτὴ ἐπρίατο τῷ προδιεληλυθότι πρώτῳ ἔτει μηνὶ Φαρμοῦθι διὰ τοῦ αὐτοῦ ἀγορανομίου παρὰ Αὐρηλίου Σαραπάμμωνος Ἡφαιστᾶ Ἀρτεμιδώρου γεγυμνασιαρχηκότος Ἡρακλέους πόλεως, ἣν καὶ αὐτὸς ἐπρίατο τῷ αὐτῷ πρώτῳ ἔτει διὰ τοῦ αὐτοῦ ἀγορανομίου παρὰ Μάρκου Αὐρηλίου Ἱλάρου απ…τος …υριου …λιοναιου καθʼ ὑπομνήματος πρυτάνεων ὥστε ἀποδόσθαι τὴν ὑπογεγραμμένην δούλην, ἣν καὶ αὐτὸς ἐπρίατο ἐν τοῖς ἔξω τόποις κατὰ δίπλωμα Ἑλληνικὸν τῷ …ἔτει Θὼθ παρὰ Αὐρηλίου Θεοδώρου, δούλην ὀνόματι Εὐωδείαν ἢ εἰ καί τινι ἄλλῳ ὀνόματι καλεῖται ἢ κληθήσεται ἐκ μητρὸς Ἀμμωναρίας γένει ἐγχώριον ἐνγενῆ …οὖσαν εἰς τὸ ἐνεστὸς ἐτῶν δεκατεσσάρων ἄσημον σὺν τοῖς ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν ἐσομένοις ἐκγόνοις, τὴν καὶ ἀνακριθεῖσαν ἔκτοτε ὑπὸ Αὐρηλίου Ἀμμωνίου γενομένου ὑπομνηματογράφου, ἣν καὶ αὐτόθι ἀπείληφεν ἡ ὠνουμένη Αὐρηλία Ἡραῒς ἡ καὶ Κλαυδία παρὰ τῆς Αὐρηλίας Ταλβαύιος ταύτην τοιαύτην ἀναπόρριφον χωρὶς ἐπαφῆς καὶ ἱερᾶς νόσου τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἥ ἐστιν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμαὶ δισχίλιαι διακοσίαι γίνονται δραχμαὶ Βσ ἃς ἡ πωλοῦσα Ταλβαῦις ἀπέσχηκε αὐτόθι παρὰ τῆς ὠνουμένης Αὐρηλίας Ἡραΐδος τῆς καὶ Κλαυδίας αὐτὰς ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου καὶ παρέξεται αὐτῆι αὐτὴν καθαρὰν ἀπό τε ἄλλων πράσεων ἢ ἑτέρων οἰκονομιῶν καὶ βεβαιοῖ τῇ αὐτῇ Ταλβαῦις τὴν ὠνὴν ταύτην πάσῃ βεβαιώσει καὶ πάντα τὸν ἐπελευσόμενον ἢ ἐμποιούμενον ἕνεκα τῆς πωλουμένης δούλης ἀποστήσει παραχρῆμα τοῖς ἰδίοις ἑαυτῆς δαπανήμασιν ἡ πωλοῦσα Αὐρηλία Ταλβαῦις τῇ ὠνουμένῃ, τὴν δὲ εἰς αὐτὴν ἀνήκουσαν …τὴν ἀνάκρισιν πρὸς ἀσφάλειαν α…