Ancient Greek
P.Vind.Sal. 11
Documentary Papyri, P.Vind.Sal. 11
Not analysed yet
Τοθῆς Ἀμμωνίου Ἑρμοπολίτης Ὡρίωνι Ἡρακλήου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. μεμίσθωμαι παρὰ σοῦ ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ νεομηνίας τοῦ εἰσιόντος Ἁδριανοῦ μηνὸς τοῦ ἐνεστῶτος ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὸ ὑπάρχον σοι ἥμισυ μέρος πλατείας ἰδίας καὶ τοῦ ἐπὶ τῆς αὐτῆς πλατείας ἀνδρῶνος ἑνὸς καὶ εἰσόδου καὶ ἐξόδου φερούσης ὑπὸ τὴν νοτίνην στοὰν τῆς Δακικῆς πλατείας ἐνοικίου ὑπὲρ τοῦ ἡμίσους μέρους τῆς τε πλατείας καὶ τοῦ ἀνδρῶνος τῆς ὅλης μιᾶς δωδεκαμήνου ἀργυρίου δραχμῶν …,ἐξ ὧν παρεδέξω μοι ὑπὲρ ἡμίσους μέρους τιμῆς, ἧς ἐπέστησα θύτας δραχμὰς ἕξ ,τὰς δὲ λοιπὰς δραχμὰς …ἀποδώσω σοι τῷ Παῦνι μηνὶ τοῦ ἐνεστῶτος ἔτους. μετὰ δὲ τὸν προκείμενον ἐνιαυτὸν ἀποκαταστήσω σοι τὸ κατὰ σὲ ἥμισυ μέρος τῆς πλατείας καὶ τὴν κλεῖδα, οἷαι ἐὰν ἐγβῶσιν ἐκ τῆς χρήσεως καὶ ἀμεθέστατον με φυλάξεις. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Ἁθὺρ ια. Τοθῆς Ἀμμωνίου μεμίσθωμαι καθὼς πρόκειται.