Ancient Greek
P.Vind.Sal. 13
Documentary Papyri, P.Vind.Sal. 13
Not analysed yet
ἔτους β Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαρμοῦθι ιε διέγραψεν Αὐρηλίῳ Ὀρσενούφει καὶ μετόχοις πράκτορσι ἀργυρικῶν Ἡφαιστιάδος Ὥρος, τέκτων, τοῦ τέλους α ἔτους δραχμὰς εἴκοσι ὀκτὼ, γίνονται δραχμαὶ κη καὶ ὑπὲρ τέλους β ἔτους ὁμοίως ἄλλας δραχμὰς δέκα δύο, γίνονται δραχμαὶ ιβ, Παχὼν λ ὁμοίως ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η, Μεσορὴ ε ὁμοίως ἄλλας δραχμὰς τέσσαρας, γίνονται δραχμαὶ δ, ἔτους γ Θὼθ λ ὁμοίως ἄλλας λοιπὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ.