Ancient Greek
P.Vind.Sal. 22
Documentary Papyri, P.Vind.Sal. 22
Not analysed yet
τῷ δεσπότῃ μου ὡς ἀληθῶς διὰ πάντα θαυμασιωτάτῳ καὶ ἐναρέτῳ Ὡριγένει Πάνις τὸ χάρτιον Πακῶμ ὁ ἔχει σου ἡ θαυμασιότης καταξίωσόν μοι ἀποστεῖλαι διὰ Ἀπόλλωνος τοῦ εἰρηνάρχου ἐμοῦ ἀποκρινομένου εἰς ἅπαντα τὰ ἐγκείμενα αὐτῷ τῷ χαρτίῳ. οἶδεν γάρ σου ἡ τελειότης, καὶ ἂν μὴ γράψω, τὴν μωρίαν τοῦ ἀνθρώπου. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. τῷ δεσπότῃ μου ὡς ἀληθῶς διὰ πάντα θαυμασιωτάτῳ καὶ ἐναρέτῳ Ὡριγένει