Ancient Greek
P.Vind.Sijp. 11
Documentary Papyri, P.Vind.Sijp. 11
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαυίου Σπορακίου τοῦ μεγαλοπρεπεστάτου καὶ ἀνδρειοτάτου καὶ τοῦ ἀπὸ τῆς Ἰταλίας δηλωθησομένου Μεχεὶρ κγ ϛ ἰνδικτίωνος. Φλαυΐῳ Καλλινίκῳ Ἑλλαδίου αἰδεσίμῳ πολιτευομένῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίων Ἀπόλλωνος Μίμου μητρὸς Τασαλιέως καὶ Ἴσακος Ἁτρήους μητρὸς Θερμουθίας καὶ Βίκτωρ Πεβῆτος μητρὸς Θατρῆτος καὶ Ἰωάννης Ἁτρήους μητρὸς Θερμουθίας καὶ Βίκτωρ Κύρου μητρὸς Κελεύχιος οἱ πάντες ἀπὸ κώμης Μονοῒ καταμένοντες ἐν τῷ κτήματι τόπῳ καλουμένῳ Ἀραυοῦτος ἐξ ἀπηλιώτου τῆς διώρυγος περὶ τὸ αὐτὸ ἐποίκιον περὶ πρακτορίαν τῆς αὐτῆς κώμης Μονοῒ τοῦ αὐτοῦ Ἑρμουπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρὰ τῆς σῆς συνέσεως ἐφʼ ὃν βούλῃ χρόνον τὸ ὑπάρχον σοι κτῆμα τόπον καλούμενον Ἀραυοῦτος ἐξ ἀπηλιώτου τῆς διώρυγος ἐπὶ τῷ ἡμᾶς παρασχεῖν λόγῳ ἐνοικίου κατʼ ἔτος ἀργυρίου τάλαντα ἑξακισχίλια ὡς ἑκάστου οἰκεῖα, γίνεται τάλαντα Ϛ, ὡς εἶναι ὁμοῦ ταλάντων μυριάδας τρεῖς, γίνονται μυριάδες γ, καὶ ἑτοίμως ἔχομεν ὑπουργῆσαι τῇ σῇ ἀρετῇ εἰς τὰς ἀναγκαίας σου χρείας. ἡ μίσθωσις κυρία οὖσα καὶ βεβαία καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπόλλων καὶ Ἴσακος καὶ Βίκτωρ καὶ Ἰωάννης καὶ Βίκτωρ ἕτερος οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Φλάυϊος Διονύσιος Εὐλογίου ἀπὸ …είου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν παρόντων καὶ εἰπόντων μοι γράμματα μὴ εἰδέναι. καὶ διʼ ἐμοῦ Διονυσίου ἐγράφη …μίσθωσις τοῦ κτήματος Ἀραυοῦτος ϛ ἰνδικτίωνος.