Ancient Greek
P.Vind.Sijp. 24
Documentary Papyri, P.Vind.Sijp. 24
Not analysed yet
Ἑρμαίῳ τῷ καὶ Δρύτωνι στρατηγῷ Μεμφείτου παρὰ Τετανούπιος τῆς Ἀρείου Νεμεσᾶτος μητρὸς Ἀρείας τῆς Ζώθου τῶν ἀπὸ Μέμφεως μετὰ κυρίου Ἱερακίωνος τοῦ Πετοβάστεως. ὑπάρχει μοι ἐν Μέμφει ἐπὶ τοῦ ε ἀμφόδου τὸ ἐπιβάλλον μοι μέρος μητρικῆς οἰκίας καὶ προσόντων καὶ συνκυρόντων πάντων. ἀπογράφομαι ἐμαυτόν τε καὶ τὸν ἄνδρα μου εἰς τὴν τοῦ ιϛ ἔτους Ἁδριανοῦ Σεβαστοῦ τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν. ἐμαυτὴν μὲν τὴν προγεγραμμένην Τετανοῦπιν ἀργὴν ἔτων νε καὶ τὸν προγεγραμμένον ἄνδρα Βυχανοῦπιν …τανος Τεβεισείωνος μητρὸς Φε… τῆς Δεκιάνου …ἔτων με ν… …οποινεις… …αλογον …καὶ ὀμνύω τὴν τοῦ κυρίου αὐτοκράτορος τύχην ἀληθῆ εἶναι τὰ προκείμενα. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τοῦ κυρίου …