Ancient Greek
P.Vind.Tand. 11
Documentary Papyri, P.Vind.Tand. 11
Not analysed yet
Αὐρηλίῳ Ἀριστοβούλῳ τῷ καὶ Ἀμμωνίῳ βασιλικῷ γραμματεῖ Ἡρακλεοπολίτου …Αὐρήλιοι Ἀμμώνιος ὁ καὶ Ἥρων διὰ Διοσκουρίδου τοῦ καὶ Δακὸς καὶ Διόσκορος οἱ γ γυμνασι καὶ Νεμεσιανὸς ὁ καὶ Ἀμμωνᾶς ἀγορ καὶ Ἡρακλείδης οἱ δύο ἐξηγητ καὶ Διοσκουρίδης κοσμητ οἱ πάντες βουλευταὶ ἐπὶ κατασπορᾶς καὶ ἀναδόσεως σπερμάτων Κωίτου καὶ ἄλλων. μεμετρήμεθα παρὰ Αὐρηλίου Ἀρεγγῆτος καὶ μετόχων σιτολόγων κώμης Τααμοροῦ ἐπακολουθοῦντος Ἀὐρηλίου Θεοδώρου τοῦ καὶ Ἡρακλείου ἐπικαλουμένου Νίκωνος βουλευτοῦ συνδικήσαντος ἐπισφραγιστοῦ τῆς αὐτῆς Τααμοροῦ τὰς ἐπισταλείσας ὑπό τε σοῦ καὶ τοῦ τοῦ νομοῦστρατηγοῦΑὐρηλίου Ἰσιδώρου …Αὐρηλίῳ Ἰσιδώρῳ στρατηγῷ Ἡρακλεοπολίτου Αὐρήλιοι Ἀμμώνιος ὁ καὶ Ἥρων διὰ Διοσκουρίδου τοῦ καὶ Δακὸς καὶ Διόσκορος οἱ γ γυμνασι καὶ Νεμεσιανὸς ὁ καὶ Ἀμμωνᾶς ἀγορ καὶ Ἡρακλείδης οἱ δύο ἐξηγητ καὶ Διοσκουρίδης κοσμητ οἱ πάντες βουλευταὶ Ἡρακλεωτῶν πόλεως ἀρχαίας καὶ θεοφιλοῦς ἐπὶ κατασπορᾶς καὶ ἀναδόσεως σπερμάτων Κωίτου ἄνω καὶ ἄλλων. μεμετρήμεθα παρὰ Αὐρηλίου Ἀρεγγῆτος καὶ μετόχων σιτολόγων κώμης Τααμοροῦ ἐπακολουθοῦντος Αὐρηλίου Θεοδώρου τοῦ καὶ Ἡρακλείου ἐπικαλουμένου Νίκωνος βουλευτοῦ συνδικήσαντος ἐπισφραγιστοῦ τῆς αὐτῆς Τααμοροῦ τὰς ἐπισταλείσας ὑπό τε σοῦ καὶ τοῦ τοῦ νομοῦ βασιλικοῦ γραμματέως Αὐρηλίου Ἀριστοβούλου τοῦ καὶ Ἀμμωνίου ἀπὸ γενήματος τοῦ διεληλυθότος δ ἔτους εἰς τὴν ἐπʼ ἀγαθοῖς γενομένην κατασπορὰν τοῦ ἐνεστῶτος ε ἔτους Μάρκου Ἀντωνίου Γορδιανοῦ Καίσαρος τοῦ κυρίου πυροῦ ἀρτάβας διακοσίας τεσσαράκοντα, γίνονται πυροῦ ἀρτάβαι σμ, ἃς καὶ παραδεδώκαμεν τοῖς αἰτησαμένοις ἐπισταλῆναι σπέρματα δάνεια γεωργοῖς …