Ancient Greek
P.Vind.Tand. 28
Documentary Papyri, P.Vind.Tand. 28
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους …δεκάτου δεκάτης ἰνδικτίονος καὶ Φλαουίου Τιβερίου τοῦ καὶ Νέου Κωνσταντίνου Καίσαρος ἔτους …δεκάτης ἰνδικτίονος. Αὐρηλίῳ Δανιηλίῳ …παρὰ Αὐρηλίου Πκύλιος Ἰωσηφίου …ἀμπελουργοῦ ἀπὸ πεδίων κώμης Ἐνσεῦ τοῦ Ἑρμοπολίτου νομοῦ. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης ἑνδεκάτης ἰνδικτίονος καὶ αὐτῆς τὰς διαφερούσας σοι ἀρούρας …ἐν ἀμπέλῳ πλέον ἔλαττον σὺν φύτοις διαφόροις καὶ φοίνιξι …καὶ …καὶ πάσῃ ἐξαρτίᾳ ἐξηρτισμένῳ καὶ ληνοπίθῳ καὶ ἡλιαστηρίῳ καὶ πύργῳ καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ παντὶ ἐκεῖσε δικαίῳ διακειμένας ἐν τῷ σῷ κτήματι καλουμένῳ …καὶ ὑπὸ τὴν παραφυλακὴν τῶν ἀπὸ κώμης …τοῦ Ἑρμοπολίτου νομοῦ πρὸς χειρικὴν καὶ ἀμπελουργικὴν ἐμὴν ἐργασίαν καὶ φιλοκαλίαν καὶ καλλιεργίαν καὶ περίσκαψιν καὶ θρυοκοπίαν καὶ καλαμοστασίαν …κατʼ ἔτος ἀμέμπτως καὶ ἀκαταφρονήτως, ἐφʼ ᾧτέ σε τὸν γεοῦχον λαβεῖν τὸ ἥμισυ μέρος τοῦ ἐκβησομένου οἴνου καὶ τοῦ καρποῦ τῶν εκ… καὶ ἀπὸ τοῦ κοινοῦ πίθου τὰ πρωτόληνα καὶ …καὶ ἐμὲ μετὰ τοῦ γεωργοῦ ἔχειν τὸ ἄλλο ἥμισυ μέρος, ἀνθʼ ὧν ποιούμεθα καμάτων, παρέξω δὲ κατʼ ἔτος οὐδὲν ἧττον λόγῳ συνηθείας θηλυκοῦ φοίνικος φοινίκων ἀρτάβας …των τούτων χοιράδα μίαν τιμῆς κερατίων …καὶ ἐλαίου ξέστην ἕνα καὶ οἴνου παλαιοῦ μέτρα …φυτεῦσαι καὶ ἀνηνεγκεῖν πλη… καὶ τὴν πᾶσαν ἀμπελουργικὴν ἐργασίαν …ἀμέμπτως καὶ ἀκαταφρονήτως ἐπὶ τῆς παρούσης δεκάτης ἰνδικτίονος …ἀπὸ τοῦ καρποῦ αυτου νεοφύτου …μισθῶν καὶ φιλοκαλίαν …καὶ ποιῆσαι ἡμέραν μίαν ε… ἡ παροῦσα μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πκῦλις Ἰωσηφίου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Ἰωάννης …ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος Μηνᾶς Ἰωάννου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ι… μίσθωσις τοῦ κ α… παρὰ Πκύλιος Ἰωσηφίου ἀμπελουργοῦ ἀπὸ ἐποικίου Ταπουαπ…