Ancient Greek
P.Vind.Tand. 31
Documentary Papyri, P.Vind.Tand. 31
Not analysed yet
Παῦλος πρεσβύτερος καὶ ὑποδέκτης πόλεως τῷ ἀδελφῷ Ἀβρααμίῳ ἀπαιτητῇ. παράσχου ἀπὸ γενήματος, ὧν ἐπαρέλαβες παρὰ μειζόνων Πιναρχθ καὶ διαφόρων προσώπων ἀπὸ Πώχεως ναυταῖς τῶν πλοίων τῇ ἀλλαγῇ Βαβυλῶνος ὑπὲρ μισθοῦ αὐτῶν μηνῶν δ ἀπὸ Παχὼν ιε ἕως Μεσορὴ ιε σίτου ἀρτάβας δέκα ἑπτά, γίνονται σίτου ἀρτάβαι ιζ μόναι. Ἐπὶφ κη ἰνδικτίονος β. σίτου ἀρτάβαι ιζ παρὰ Παύλου πρεσβυτέρου καὶ ὑποδέκτου ὑπὲρ μισθοῦ ναυτῶν πλοίων ἀλλαγῇ .