Ancient Greek
P.Vind.Tand. 8
Documentary Papyri, P.Vind.Tand. 8
Not analysed yet
ὑπὸ τοῦ παρόντος Ἀμμωνίου καὶ ἀξιοῦμεν αὐτὸν ἀποκαταστῆσαι ἡμῖν τὰ ἓξ τάλαντα καὶ παρεστιν μάρτυς. Νικαντίνοος εἶπεν· τί λέγει ὁ παρενεχθεὶς μάρτυς; Ἀντίνους διʼ ἑρμηνέως ἀπεκρίνατο· οὐκ ἅπαξ οὐδὲ δεύτερον ἐνεπίστευσέν μοι ἀργύρια Γοῦνθος. Νικαντίνοος αὐτῷ εἶπεν· περὶ τίνος; διʼ ἑρμηνέως ἀπεκρίνατο· μικρὸν ἄσημον δέδωκέν μοι, ἵνα τοῦτο εἶχε Ἀμμώνιος πωλήσω αὐτῷ καὶ πέπρακα. Νικαντίνοος αὐτῷ εἶπεν· περὶ τῶν ἓξ ταλάντων τί μαρτυρεῖς; διʼ ἑρμηνέως ἀπεκρίνατο· ἔλαβα τάλαντα ϛ ἓξ τάλαντα καὶ δέδωκα αὐτῷ τούτῳ Ἀμμωνίῳ αὐτοῦ ἀξιώσαντος Γοῦνθον χρείαν ἔχειν τούτων. Ἀμμώνιος εἶπεν· οὐδὲν τούτων. ψεύδεται. Γοῦνθος εἶπεν· ὀμοσάτω μοι ἡ γυνὴ αὐτοῦ, ὅτι οὐκ ἔλαβεν τὰ ἓξ τάλαντα, καὶ ἐὰν ὀμόσῃ, ἀπολύω αὐτὰ αὐτῷ. Ἀμμώνιος εἶπεν· ποιῶ αὐτὴν ὀμόσαι. ἐὰν μὴ ὀμόσῃ, δίδωμι αὐτῷ αὐτά. Νικαντίνοος εἶπεν· αἱ προ… σοφότεραι καὶ τῶν …ἀνταποδιδομένων οὐδὲν ἕτερον Γοῦνθος ὀφείλει πολυπραγμονεῖν περὶ τῶν ἓξ ταλάντων …ιτου …