Ancient Greek
P.Vind.Worp 1
Documentary Papyri, P.Vind.Worp 1
Not analysed yet
ἀντίγραφον ἀντιγράφων. ἀντίγραφον ὑπομνηματισμοῦ Κλαυδίου Ἀνδροτίμου …νευγρα… ἔτους …Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαρμοῦθι α. Θέων καὶ Ἡρακλείδης τελῶναι ἐγκυκλίου πρὸς Ὧρον καὶ Ἀπύγχιν …ου… ἀπὸ κώμης Σοκνοπαίου τοῦ Ἀρσινοείτου. τῶν περὶ Θέωνα καὶ Ἡρακλείδην εἰπόντων διὰ Ἀπολλωνίου ῥήτορος τέλος ἀπαιτεῖν κατὰ γνώμονα τὸ μὲν ὡρισμένον ἐπὶ τῶν ὠνουμένων ἐν τῇ μητροπόλει τὸ δὲ ἐπὶ τῶν ἐν τῷ νομῷ, μόνους δὲ τοὺς ἀπὸ Σοκνοπαίου ἀτέλειαν ἐπιζητεῖν οὐ θέλοντας ὧν ἂν ὠνήσαντο τὸ κατὰ γνώμονα διδόναι, πάντων τῶν ἐν τῷ νομῷ ἀπαιτουμένων τὰ ὑποπίπτοντα τῇ νομαρχίᾳ τέλη, καὶ τῶν περὶ Ἀπύγχιν διὰ Ἑρμαίου ῥήτορος φαμένων ἀνατεθεῖσθαι τῷ θεῷ τὴν κώμην καὶ μηδὲ ἐν τέλει Σποτοῦν πατέρα Θέωνος τοῦ τελώνου ὧν ἐπὶ τῆς κώμης ἐώνηται τέλος μὴ δεδωκέναι προστιθέντων τε, ὅτι καὶ Ἑρμείας ὁ στρατηγὸς ἀκούσας τοῦ πράγματος ἀπεφήνατο ῥήτορι Ἑρμαίῳ οὕτως· οὐ δεδώκασι οὐδὲ νῦν ἀποδώσουσι …νου …ατισμὸν Ἑρμείου στρατηγοῦ …Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου Κλαύδιος Ἀνδρότιμος …